< Ἔσδρας Βʹ 13 >
1 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶν τοῦ λαοῦ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ ὅπως μὴ εἰσέλθωσιν Αμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ θεοῦ ἕως αἰῶνος
Εν τη ημέρα εκείνη ανεγνώσθη εν τω βιβλίω του Μωϋσέως εις τα ώτα του λαού· και ευρέθη γεγραμμένον εν αυτώ, ότι οι Αμμωνίται και οι Μωαβίται δεν έπρεπε να εισέλθωσιν εις την συναγωγήν του Θεού έως αιώνος·
2 ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς Ισραηλ ἐν ἄρτῳ καὶ ἐν ὕδατι καὶ ἐμισθώσαντο ἐπ’ αὐτὸν τὸν Βαλααμ καταράσασθαι καὶ ἔστρεψεν ὁ θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν
διότι δεν προϋπήντησαν τους υιούς Ισραήλ μετά άρτου και μετά ύδατος, αλλ' εμίσθωσαν τον Βαλαάμ εναντίον αυτών, διά να καταρασθή αυτούς· πλην ο Θεός ημών έτρεψε την κατάραν εις ευλογίαν.
3 καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν Ισραηλ
Και ως ήκουσαν τον νόμον, εχώρισαν από του Ισραήλ πάντα αλλογενή.
4 καὶ πρὸ τούτου Ελιασιβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου θεοῦ ἡμῶν ἐγγίων Τωβια
Προ τούτου δε Ελιασείβ ο ιερεύς, όστις είχε την επιστασίαν των οικημάτων του οίκου του Θεού ημών, είχε συγγενεύσει μετά του Τωβία·
5 καὶ ἐποίησεν αὐτῷ γαζοφυλάκιον μέγα καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μανααν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν καὶ ἀπαρχὰς τῶν ἱερέων
και είχεν ετοιμάσει δι' αυτόν μέγα οίκημα, όπου πρότερον έθετον τας εξ αλφίτων προσφοράς, το λιβάνιον και τα σκεύη και τα δέκατα του σίτου, του οίνου και του ελαίου, το διατεταγμένον των Λευϊτών και των ψαλτωδών και των πυλωρών και τας προσφοράς των ιερέων.
6 καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ιερουσαλημ ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Αρθασασθα βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα καὶ μετὰ τέλος ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως
Πλην εν πάσι τούτοις εγώ δεν ήμην εν Ιερουσαλήμ· διότι εν τω τριακοστώ δευτέρω έτει Αρταξέρξου του βασιλέως της Βαβυλώνος ήλθον προς τον βασιλέα και μεθ' ημέρας τινάς εζήτησα παρά του βασιλέως,
7 καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ συνῆκα ἐν τῇ πονηρίᾳ ᾗ ἐποίησεν Ελισουβ τῷ Τωβια ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ θεοῦ
και ήλθον εις Ιερουσαλήμ και έμαθον το κακόν, το οποίον ο Ελιασείβ έκαμε χάριν του Τωβία, ετοιμάσας εις αυτόν οίκημα εν ταις αυλαίς του οίκου του Θεού.
8 καὶ πονηρόν μοι ἐφάνη σφόδρα καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβια ἔξω ἀπὸ τοῦ γαζοφυλακίου
Και δυσηρεστήθην πολύ· και έρριψα έξω του οικήματος πάντα τα σκεύη του οίκου του Τωβία.
9 καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ θεοῦ τὴν μαναα καὶ τὸν λίβανον
Και προσέταξα, και εκαθάρισαν τα οικήματα· και επανέφερα εκεί τα σκεύη του οίκου του Θεού, τας εξ αλφίτων προσφοράς και το λιβάνιον.
10 καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον
Και έμαθον ότι τα μερίδια των Λευΐτών δεν εδόθησαν εις αυτούς· διότι οι Λευΐται και οι ψαλτωδοί, οι ποιούντες το έργον, έφυγον έκαστος εις τον αγρόν αυτού.
11 καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς καὶ εἶπα διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ θεοῦ καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν
Και επέπληξα τους προεστώτας και είπα, Διά τι εγκατελείφθη ο οίκος του Θεού; Και εσύναξα αυτούς και αποκατέστησα αυτούς εις την θέσιν αυτών.
12 καὶ πᾶς Ιουδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς
Τότε έφερε πας ο Ιούδας εις τας αποθήκας το δέκατον του σίτου και του οίνου και του ελαίου.
13 ἐπὶ χεῖρα Σελεμια τοῦ ἱερέως καὶ Σαδδουκ τοῦ γραμματέως καὶ Φαδαια ἀπὸ τῶν Λευιτῶν καὶ ἐπὶ χεῖρα αὐτῶν Αναν υἱὸς Ζακχουρ υἱὸς Μαθανια ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ’ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν
Και κατέστησα φύλακας επί των αποθηκών, Σελεμίαν τον ιερέα και Σαδώκ τον γραμματέα και εκ των Λευΐτών· τον Φεδαΐαν· και πλησίον αυτών, Ανάν τον υιόν του Ζακχούρ, υιού του Ματθανία· διότι ελογίζοντο πιστοί· το έργον δε αυτών ήτο να διανέμωσιν εις τους αδελφούς αυτών.
14 μνήσθητί μου ὁ θεός ἐν ταύτῃ καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκῳ κυρίου τοῦ θεοῦ
Μνήσθητί μου, Θεέ μου, περί τούτου, και μη εξαλείψης τα ελέη μου, τα οποία έκαμα εις τον οίκον του Θεού μου και εις τας τελετάς αυτού.
15 ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ιουδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα καὶ φέροντας εἰς Ιερουσαλημ ἐν ἡμέρᾳ τοῦ σαββάτου καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν
Εν εκείναις ταις ημέραις είδόν τινάς εν Ιούδα ληνοπατούντας εν σαββάτω και εισφέροντας δράγματα και επιφορτίζοντας επί όνους, και οίνον, σταφύλια και σύκα και παν είδος φορτίων, τα οποία έφερον εις Ιερουσαλήμ την ημέραν του σαββάτου· και διεμαρτυρήθην εν τη ημέρα, καθ' ην επώλουν τρόφιμα.
16 καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς Ιουδα καὶ ἐν Ιερουσαλημ
Και οι Τύριοι, οι κατοικούντες εν αυτή, έφερον ιχθύας και παν είδος ωνίων και επώλουν εν σαββάτω εις τους υιούς Ιούδα και εν Ιερουσαλήμ.
17 καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ιουδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς τίς ὁ λόγος οὗτος ὁ πονηρός ὃν ὑμεῖς ποιεῖτε καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου
Και επέπληξα τους προκρίτους του Ιούδα και είπα προς αυτούς, Τι είναι το πράγμα τούτο το κακόν, το οποίον σεις κάμνετε, βεβηλούντες την ημέραν του σαββάτου;
18 οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν καὶ ἤνεγκεν ἐπ’ αὐτοὺς ὁ θεὸς ἡμῶν καὶ ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ισραηλ βεβηλῶσαι τὸ σάββατον
δεν έκαμνον ούτως οι πατέρες σας, και έφερεν ο Θεός ημών πάντα ταύτα τα κακά εφ' ημάς και επί την πόλιν ταύτην; αλλά σεις επαναφέρετε οργήν επί τον Ισραήλ, βεβηλούντες το σάββατον.
19 καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ιερουσαλημ πρὸ τοῦ σαββάτου καὶ εἶπα καὶ ἔκλεισαν τὰς πύλας καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου
Διά τούτο, ότε ήρχιζε να συσκοτάζη εις τας πύλας της Ιερουσαλήμ προ του σαββάτου, είπα, και έκλεισαν τας πύλας, και προσέταξα να μη ανοιχθώσιν έως μετά το σάββατον· και κατέστησα επί τας πύλας τινάς εκ των υπηρετών μου, διά να μη εισέλθη φορτίον την ημέραν του σαββάτου.
20 καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω Ιερουσαλημ ἅπαξ καὶ δίς
Και διενυκτέρευσαν οι έμποροι και οι πωληταί παντός είδους ωνίων έξω της Ιερουσαλήμ άπαξ και δις.
21 καὶ διεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους ἐὰν δευτερώσητε ἐκτενῶ τὴν χεῖρά μου ἐν ὑμῖν ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ
Τότε διεμαρτυρήθην εναντίον αυτών και είπα προς αυτούς, Διά τι διανυκτερεύετε έμπροσθεν του τείχους; εάν δευτερώσητε, θέλω βάλει χείρα επάνω σας. Έκτοτε δεν ήλθον εν σαββάτω.
22 καὶ εἶπα τοῖς Λευίταις οἳ ἦσαν καθαριζόμενοι καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου πρὸς ταῦτα μνήσθητί μου ὁ θεός καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου
Και είπα προς τους Λευΐτας να καθαρίζωνται και να έρχωνται να φυλάττωσι τας πύλας, διά να αγιάζωσι την ημέραν του σαββάτου. Μνήσθητί μου, Θεέ μου, και περί τούτου, και ελέησόν με κατά το πλήθος του ελέους σου.
23 καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς Ιουδαίους οἳ ἐκάθισαν γυναῖκας Ἀζωτίας Αμμανίτιδας Μωαβίτιδας
Προσέτι εν ταις ημέραις εκείναις είδον τους Ιουδαίους τους λαβόντας γυναίκας Αζωτίας, Αμμωνίτιδας και Μωαβίτιδας·
24 καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες Ἀζωτιστὶ καὶ οὔκ εἰσιν ἐπιγινώσκοντες λαλεῖν Ιουδαϊστί
και τα τέκνα αυτών λαλούντα ήμισυ Αζωτιστί, και μη εξεύροντα να λαλήσωσιν Ιουδαϊστί αλλά κατά την γλώσσαν διαφόρων λαών.
25 καὶ ἐμαχεσάμην μετ’ αὐτῶν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τῷ θεῷ ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν
Και επέπληξα αυτούς και κατηράσθην αυτούς, και ερράβδισα τινάς εξ αυτών και ετριχομάδησα αυτούς, και ώρκισα αυτούς εις τον Θεόν, λέγων, Δεν θέλετε δώσει τας θυγατέρας σας εις τους υιούς αυτών, και δεν θέλετε λάβει εκ των θυγατέρων αυτών εις τους υιούς σας ή εις εαυτούς·
26 οὐχ οὕτως ἥμαρτεν Σαλωμων βασιλεὺς Ισραηλ καὶ ἐν ἔθνεσιν πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ καὶ ἀγαπώμενος τῷ θεῷ ἦν καὶ ἔδωκεν αὐτὸν ὁ θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι
δεν ημάρτησεν ούτω Σολομών ο βασιλεύς του Ισραήλ; καίτοι μεταξύ πολλών εθνών δεν υπήρξε βασιλεύς όμοιος αυτού, όστις ήτο αγαπώμενος υπό του Θεού αυτού, και έκαμεν αυτόν ο Θεός βασιλέα επί πάντα τον Ισραήλ· αλλ' όμως και αυτόν αι ξέναι γυναίκες έκαμον να αμαρτήση·
27 καὶ ὑμῶν μὴ ἀκουσόμεθα ποιῆσαι τὴν πᾶσαν πονηρίαν ταύτην ἀσυνθετῆσαι ἐν τῷ θεῷ ἡμῶν καθίσαι γυναῖκας ἀλλοτρίας
θέλομεν λοιπόν συγκατανεύσει εις εσάς να κάμνητε άπαν τούτο το μέγα κακόν, να γίνησθε παραβάται εναντίον εις τον Θεόν ημών λαμβάνοντες ξένας γυναίκας;
28 καὶ ἀπὸ υἱῶν Ιωαδα τοῦ Ελισουβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλατ τοῦ Ωρωνίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ’ ἐμοῦ
Και εις εκ των υιών του Ιωαδά, υιού του Ελιασείβ του ιερέως του μεγάλου, ήτο γαμβρός Σαναβαλλάτ του Ορωνίτου· όθεν απεδίωξα αυτόν απ' έμπροσθέν μου.
29 μνήσθητι αὐτοῖς ὁ θεός ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκης τῆς ἱερατείας καὶ τοὺς Λευίτας
Μνήσθητι αυτών, Θεέ μου, διότι εβεβήλωσαν την ιερατείαν και την διαθήκην της ιερατείας και των Λευϊτών.
30 καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ
Και εκαθάρισα αυτούς από πάντων των ξένων, και διώρισα φυλακάς εκ των ιερέων και των Λευΐτών, έκαστον εις τα έργα αυτού·
31 καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις μνήσθητί μου ὁ θεὸς ἡμῶν εἰς ἀγαθωσύνην
και διά την προσφοράν των ξύλων εν καιροίς ωρισμένοις, και διά τας απαρχάς. Μνήσθητί μου, Θεέ μου, επ' αγαθώ.