< Ναούμ 1 >

1 λῆμμα Νινευη βιβλίον ὁράσεως Ναουμ τοῦ Ελκεσαίου
論尼尼微的默示,就是伊勒歌斯人那鴻所得的默示。
2 θεὸς ζηλωτὴς καὶ ἐκδικῶν κύριος ἐκδικῶν κύριος μετὰ θυμοῦ ἐκδικῶν κύριος τοὺς ὑπεναντίους αὐτοῦ καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ
耶和華是忌邪施報的上帝。 耶和華施報大有忿怒; 向他的敵人施報, 向他的仇敵懷怒。
3 κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ ἀθῳῶν οὐκ ἀθῳώσει κύριος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ
耶和華不輕易發怒,大有能力, 萬不以有罪的為無罪。 他乘旋風和暴風而來, 雲彩為他腳下的塵土。
4 ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτὴν καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν ὠλιγώθη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπεν
他斥責海,使海乾了, 使一切江河乾涸。 巴珊和迦密的樹林衰殘; 黎巴嫩的花草也衰殘了。
5 τὰ ὄρη ἐσείσθησαν ἀπ’ αὐτοῦ καὶ οἱ βουνοὶ ἐσαλεύθησαν καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ
大山因他震動; 小山也都消化。 大地在他面前突起; 世界和住在其間的也都如此。
6 ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ ὁ θυμὸς αὐτοῦ τήκει ἀρχάς καὶ αἱ πέτραι διεθρύβησαν ἀπ’ αὐτοῦ
他發忿恨,誰能立得住呢? 他發烈怒,誰能當得起呢? 他的忿怒如火傾倒; 磐石因他崩裂。
7 χρηστὸς κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν
耶和華本為善, 在患難的日子為人的保障, 並且認得那些投靠他的人。
8 καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος
但他必以漲溢的洪水淹沒尼尼微, 又驅逐仇敵進入黑暗。
9 τί λογίζεσθε ἐπὶ τὸν κύριον συντέλειαν αὐτὸς ποιήσεται οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει
尼尼微人哪,設何謀攻擊耶和華呢? 他必將你們滅絕淨盡; 災難不再興起。
10 ὅτι ἕως θεμελίου αὐτῶν χερσωθήσεται καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται καὶ ὡς καλάμη ξηρασίας μεστή
你們像叢雜的荊棘, 像喝醉了的人, 又如枯乾的碎稭全然燒滅。
11 ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ κυρίου πονηρὰ λογιζόμενος ἐναντία
有一人從你那裏出來, 圖謀邪惡,設惡計攻擊耶和華。
12 τάδε λέγει κύριος κατάρχων ὑδάτων πολλῶν καὶ οὕτως διασταλήσονται καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι
耶和華如此說: 尼尼微雖然勢力充足,人數繁多, 也被剪除,歸於無有。 猶大啊,我雖然使你受苦, 卻不再使你受苦。
13 καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαρρήξω
現在我必從你頸項上折斷他的軛, 扭開他的繩索。
14 καὶ ἐντελεῖται ὑπὲρ σοῦ κύριος οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι ἐξ οἴκου θεοῦ σου ἐξολεθρεύσω τὰ γλυπτὰ καὶ χωνευτά θήσομαι ταφήν σου ὅτι ταχεῖς
耶和華已經出令,指着尼尼微說: 你名下的人必不留後; 我必從你神的廟中除滅雕刻的偶像和鑄造的偶像; 我必因你鄙陋,使你歸於墳墓。
15 ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην ἑόρταζε Ιουδα τὰς ἑορτάς σου ἀπόδος τὰς εὐχάς σου διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν συντετέλεσται ἐξῆρται
看哪,有報好信傳平安之人的腳登山,說: 猶大啊,可以守你的節期, 還你所許的願吧! 因為那惡人不再從你中間經過, 他已滅絕淨盡了。

< Ναούμ 1 >