< Ναούμ 2 >
1 ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου ἐξαιρούμενος ἐκ θλίψεως σκόπευσον ὁδόν κράτησον ὀσφύος ἄνδρισαι τῇ ἰσχύι σφόδρα
Ο κατασυντρίβων ανέβη έμπροσθεν του προσώπου σου· φύλαττε το οχύρωμα, σκόπευσον την οδόν, ενίσχυσον τας οσφύς, ενδυνάμωσον την ισχύν σου σφόδρα.
2 διότι ἀπέστρεψεν κύριος τὴν ὕβριν Ιακωβ καθὼς ὕβριν τοῦ Ισραηλ διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν διέφθειραν
Επειδή ο Κύριος απέστρεψε την δόξαν του Ιακώβ καθώς την δόξαν του Ισραήλ· διότι οι τινακταί εξετίναξαν αυτούς και διέφθειραν τα κλήματα αυτών.
3 ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ καὶ οἱ ἱππεῖς θορυβηθήσονται
Η ασπίς των ισχυρών αυτού είναι κοκκινοβαφής, οι άνδρες δυνάμεως ενδεδυμένοι ερυθρά· αι άμαξαι θέλουσι κινείσθαι με σίδηρον λάμποντα εν τη ημέρα της ετοιμασίας αυτού, και τα ελάτινα δόρατα θέλουσι σεισθή τρομερά.
4 ἐν ταῖς ὁδοῖς καὶ συγχυθήσονται τὰ ἅρματα καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι
Αι άμαξαι θέλουσι θορυβείσθαι εν ταις οδοίς, θέλουσι συγκρούεσθαι η μία μετά της άλλης εν ταις πλατείαις· η θέα αυτών θέλει είσθαι ως λαμπάδες, θέλουσι τρέχει ως αστραπαί.
5 καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν καὶ φεύξονται ἡμέρας καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη καὶ ἑτοιμάσουσιν τὰς προφυλακὰς αὐτῶν
Θέλει ενθυμηθή τους ανδρείους αυτού· αλλά θέλουσι κατολισθήσει εν τη οδώ αυτών· θέλουσι σπεύσει εις τα τείχη αυτής και ο συνασπισμός θέλει ετοιμασθή.
6 πύλαι τῶν ποταμῶν διηνοίχθησαν καὶ τὰ βασίλεια διέπεσεν
Αι πύλαι των ποταμών θέλουσιν ανοιχθή και τα παλάτια θέλουσι διαλυθή.
7 καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη καὶ αὕτη ἀνέβαινεν καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν
Και η καθεστώσα θέλει γυμνωθή, θέλει μετοικισθή, και αι δούλαι αυτής θέλουσιν αναδίδει στεναγμούς ως η φωνή των περιστερών, τύπτουσαι τα στήθη αυτών.
8 καὶ Νινευη ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν καὶ οὐκ ἦν ὁ ἐπιβλέπων
Και η Νινευή είναι παλαιόθεν ως λίμνη υδάτων· ταύτα όμως θέλουσι φύγει. Στήτε, στήτε, θέλουσι φωνάζει· και ουδείς ο βλέπων οπίσω.
9 διήρπαζον τὸ ἀργύριον διήρπαζον τὸ χρυσίον καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς
Λαφυραγωγείτε το αργύριον, λαφυραγωγείτε το χρυσίον· διότι δεν είναι τέλος των θησαυρών αυτής· είναι πλήθος παντός σκεύους επιθυμητού.
10 ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ καρδίας θραυσμὸς καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφύν καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας
Εξεκενώθη και εξετινάχθη και ηρημώθη και η καρδία διαλύεται και τα γόνατα κλονίζονται και ωδίνες είναι εις πάσας τας οσφύς, τα δε πρόσωπα πάντων είναι απησβολωμένα.
11 ποῦ ἐστιν τὸ κατοικητήριον τῶν λεόντων καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις οὗ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ σκύμνος λέοντος καὶ οὐκ ἦν ὁ ἐκφοβῶν
Που είναι το κατοικητήριον των λεόντων και η βοσκή των σκύμνων, όπου ο λέων, ο γηραιός λέων, περιεπάτει και ο σκύμνος του λέοντος, και δεν υπήρχεν ο εκφοβών;
12 λέων ἥρπασεν τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξεν τοῖς λέουσιν αὐτοῦ καὶ ἔπλησεν θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς
Ο λέων διεσπάραττεν ικανά διά τους σκύμνους αυτού και απέπνιγε διά τας λεαίνας αυτού, και εγέμιζε τα σπήλαια αυτού από θηράματος και τα κατοικητήρια αυτού από αρπαγής.
13 ἰδοὺ ἐγὼ ἐπὶ σέ λέγει κύριος παντοκράτωρ καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία καὶ ἐξολεθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου καὶ οὐ μὴ ἀκουσθῇ οὐκέτι τὰ ἔργα σου
Ιδού, εγώ είμαι εναντίον σου, λέγει ο Κύριος των δυνάμεων, και θέλω καύσει τας αμάξας σου μέχρι καπνού και η ρομφαία θέλει καταφάγει τους σκύμνους σου, και θέλω εξολοθρεύσει το θήραμά σου εκ της γης, και δεν θέλει ακουσθή πλέον η φωνή των πρέσβεών σου.