< Μιχαίας 1 >

1 καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν τοῦ Μωρασθι ἐν ἡμέραις Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα ὑπὲρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ
This is the word of the LORD that came to Micah the Moreshite in the days of Jotham, Ahaz, and Hezekiah, kings of Judah—what he saw regarding Samaria and Jerusalem:
2 ἀκούσατε λαοί λόγους καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ
Hear, O peoples, all of you; listen, O earth, and everyone in it! May the Lord GOD bear witness against you, the Lord from His holy temple.
3 διότι ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς
For behold, the LORD comes forth from His dwelling place; He will come down and tread on the high places of the earth.
4 καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει
The mountains will melt beneath Him, and the valleys will split apart, like wax before the fire, like water rushing down a slope.
5 διὰ ἀσέβειαν Ιακωβ πάντα ταῦτα καὶ διὰ ἁμαρτίαν οἴκου Ισραηλ τίς ἡ ἀσέβεια τοῦ Ιακωβ οὐ Σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἴκου Ιουδα οὐχὶ Ιερουσαλημ
All this is for the transgression of Jacob and the sins of the house of Israel. What is the transgression of Jacob? Is it not Samaria? And what is the high place of Judah? Is it not Jerusalem?
6 καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω
Therefore I will make Samaria a heap of rubble in the open field, a planting area for a vineyard. I will pour her stones into the valley and expose her foundations.
7 καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν
All her carved images will be smashed to pieces; all her wages will be burned in the fire, and I will destroy all her idols. Since she collected the wages of a prostitute, they will be used again on a prostitute.
8 ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει πορεύσεται ἀνυπόδετος καὶ γυμνή ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων
Because of this I will lament and wail; I will walk barefoot and naked. I will howl like a jackal and mourn like an ostrich.
9 ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς διότι ἦλθεν ἕως Ιουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου ἕως Ιερουσαλημ
For her wound is incurable; it has reached even Judah; it has approached the gate of my people, as far as Jerusalem itself.
10 οἱ ἐν Γεθ μὴ μεγαλύνεσθε οἱ ἐν Ακιμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα γῆν καταπάσασθε κατὰ γέλωτα ὑμῶν
Do not tell it in Gath; do not weep at all. Roll in the dust in Beth-leaphrah.
11 κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλθεν κατοικοῦσα Σεννααν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης
Depart in shameful nakedness, O dwellers of Shaphir. The dwellers of Zaanan will not come out. Beth-ezel is in mourning; its support is taken from you.
12 τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ιερουσαλημ
For the dwellers of Maroth pined for good, but calamity came down from the LORD, even to the gate of Jerusalem.
13 ψόφος ἁρμάτων καὶ ἱππευόντων κατοικοῦσα Λαχις ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τῇ θυγατρὶ Σιων ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ισραηλ
Harness your chariot horses, O dweller of Lachish. You were the beginning of sin to the Daughter of Zion, for the transgressions of Israel were found in you.
14 διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γεθ οἴκους ματαίους εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ισραηλ
Therefore, send farewell gifts to Moresheth-gath; the houses of Achzib will prove deceptive to the kings of Israel.
15 ἕως τοὺς κληρονόμους ἀγάγω σοι κατοικοῦσα Λαχις κληρονομία ἕως Οδολλαμ ἥξει ἡ δόξα τῆς θυγατρὸς Ισραηλ
I will again bring a conqueror against you, O dweller of Mareshah. The glory of Israel will come to Adullam.
16 ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ
Shave yourselves bald and cut off your hair in mourning for your precious children; make yourselves as bald as an eagle, for they will go from you into exile.

< Μιχαίας 1 >