< Μαλαχίας 2 >

1 καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς οἱ ἱερεῖς
Και τώρα εις εσάς γίνεται η εντολή αύτη, ιερείς.
2 ἐὰν μὴ ἀκούσητε καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου λέγει κύριος παντοκράτωρ καὶ ἐξαποστελῶ ἐφ’ ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ καταράσομαι αὐτήν καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν καὶ οὐκ ἔσται ἐν ὑμῖν ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν
Εάν δεν ακούσητε και εάν δεν βάλητε τούτο εις την καρδίαν, διά να δώσητε δόξαν εις το όνομά μου, λέγει ο Κύριος των δυνάμεων, τότε θέλω εξαποστείλει την κατάραν εφ' υμάς και θέλω επικαταρασθή τας ευλογίας σας· ναι, μάλιστα και κατηράσθην αυτάς, διότι δεν βάλλετε τούτο εις την καρδίαν σας.
3 ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον καὶ σκορπιῶ ἤνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν ἤνυστρον ἑορτῶν ὑμῶν καὶ λήμψομαι ὑμᾶς εἰς τὸ αὐτό
Ιδού, εγώ θέλω απορρίψει τα σπέρματά σας και θέλω σκορπίσει κόπρον επί τα πρόσωπά σας, την κόπρον των εορτών σας· και θέλει σας σηκώσει μεθ' εαυτής.
4 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας λέγει κύριος παντοκράτωρ
Και θέλετε γνωρίσει ότι εγώ εξαπέστειλα την εντολήν ταύτην προς εσάς, διά να ήναι η διαθήκη μου μετά του Λευΐ, λέγει ο Κύριος των δυνάμεων.
5 ἡ διαθήκη μου ἦν μετ’ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν
Η της ζωής και της ειρήνης διαθήκη μου ήτο μετ' αυτού· και έδωκα αυτάς εις αυτόν διά τον φόβον, τον οποίον με εφοβείτο και ευλαβείτο το όνομά μου.
6 νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ’ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας
Ο νόμος της αληθείας ήτο εν τω στόματι αυτού και ανομία δεν ευρέθη εν τοις χείλεσιν αυτού· περιεπάτησε μετ' εμού εν ειρήνη και ευθύτητι και πολλούς επέστρεψεν από ανομίας.
7 ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ διότι ἄγγελος κυρίου παντοκράτορός ἐστιν
Επειδή τα χείλη του ιερέως θέλουσι φυλάττει γνώσιν, και εκ του στόματος αυτού θέλουσι ζητήσει νόμον· διότι αυτός είναι άγγελος του Κυρίου των δυνάμεων.
8 ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσθενήσατε ἐν νόμῳ διεφθείρατε τὴν διαθήκην τοῦ Λευι λέγει κύριος παντοκράτωρ
Αλλά σεις εξεκλίνατε από της οδού· εκάμετε πολλούς να προσκόπτωσιν εις τον νόμον· διεφθείρατε την διαθήκην του Λευΐ, λέγει ο Κύριος των δυνάμεων.
9 κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη ἀνθ’ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ
Διά τούτο και εγώ σας κατέστησα καταφρονητούς και εξουδενωμένους εις πάντα τον λαόν, καθότι δεν εφυλάξατε τας οδούς μου αλλ' ήσθε προσωπολήπται εις τον νόμον.
10 οὐχὶ θεὸς εἷς ἔκτισεν ὑμᾶς οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν
Δεν είναι εις ο πατήρ πάντων ημών; δεν έπλασεν ημάς εις Θεός; διά τι δολιευόμεθα έκαστος κατά του αδελφού αυτού, βεβηλούντες την διαθήκην των πατέρων ημών;
11 ἐγκατελείφθη Ιουδας καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ισραηλ καὶ ἐν Ιερουσαλημ διότι ἐβεβήλωσεν Ιουδας τὰ ἅγια κυρίου ἐν οἷς ἠγάπησεν καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους
Ο Ιούδας εφέρθη δολίως και επράχθη βδέλυγμα εν Ισραήλ και εν Ιερουσαλήμ· διότι εβεβήλωσεν ο Ιούδας το άγιον του Κυρίου, το οποίον ηγάπησε, και ενυμφεύθη θυγατέρα θεού αλλοτρίου.
12 ἐξολεθρεύσει κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ιακωβ καὶ ἐκ προσαγόντων θυσίαν τῷ κυρίῳ παντοκράτορι
Ο Κύριος θέλει εξολοθρεύσει εκ των σκηνωμάτων του Ιακώβ τον άνθρωπον τον πράττοντα τούτο, τον σκοπόν και τον αποκρινόμενον και τον προσφέροντα προσφοράν εις τον Κύριον των δυνάμεων.
13 καὶ ταῦτα ἃ ἐμίσουν ἐποιεῖτε ἐκαλύπτετε δάκρυσιν τὸ θυσιαστήριον κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν
Εκάμετε ότι και τούτο· εκαλύπτετε το θυσιαστήριον του Κυρίου με δάκρυα, με κλαυθμόν και με στεναγμούς· όθεν δεν αποβλέπει πλέον εις την προσφοράν και δεν δέχεται αυτήν με ευαρέστησιν εκ της χειρός σας.
14 καὶ εἴπατε ἕνεκεν τίνος ὅτι κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἣν ἐγκατέλιπες καὶ αὐτὴ κοινωνός σου καὶ γυνὴ διαθήκης σου
Και λέγετε, Διά τι; Διότι ο Κύριος εστάθη μάρτυς μεταξύ σου και της γυναικός της νεότητός σου, προς την οποίαν συ εφέρθης δολίως· ενώ αυτή είναι η σύζυγός σου και η γυνή της συνθήκης σου.
15 καὶ οὐκ ἄλλος ἐποίησεν καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ καὶ εἴπατε τί ἄλλο ἀλλ’ ἢ σπέρμα ζητεῖ ὁ θεός καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς
Και δεν έκαμεν ο Θεός ένα; και όμως αυτός είχεν υπεροχήν πνεύματος. Και διά τι τον ένα; διά να ζητήση σπέρμα θείον. Διά τούτο προσέχετε εις το πνεύμά σας, και ας μη φέρηται μηδείς απίστως προς την γυναίκα της νεότητος αυτού.
16 ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς λέγει κύριος ὁ θεὸς τοῦ Ισραηλ καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου λέγει κύριος παντοκράτωρ καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε
Διότι ο Κύριος, ο Θεός του Ισραήλ, λέγει ότι μισεί τον αποβάλλοντα αυτήν και τον καλύπτοντα την βίαν με το ένδυμα αυτού, λέγει ο Κύριος των δυνάμεων· διά τούτο προσέχετε εις το πνεύμά σας και μη φέρεσθε δολίως.
17 οἱ παροξύνοντες τὸν θεὸν ἐν τοῖς λόγοις ὑμῶν καὶ εἴπατε ἐν τίνι παρωξύναμεν αὐτόν ἐν τῷ λέγειν ὑμᾶς πᾶς ποιῶν πονηρόν καλὸν ἐνώπιον κυρίου καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν καί ποῦ ἐστιν ὁ θεὸς τῆς δικαιοσύνης
Κατεβαρύνατε τον Κύριον με τους λόγους σας· και λέγετε, με τι κατεβαρύναμεν αυτόν; Με το να λέγητε, πας όστις πράττει κακόν είναι ευάρεστος ενώπιον του Κυρίου, και αυτός ευδοκεί εις αυτούς. Που είναι ο Θεός της κρίσεως;

< Μαλαχίας 2 >