< Μαλαχίας 1 >

1 λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν
Το φορτίον του λόγου του Κυρίου διά χειρός Μαλαχίου προς Ισραήλ.
2 ἠγάπησα ὑμᾶς λέγει κύριος καὶ εἴπατε ἐν τίνι ἠγάπησας ἡμᾶς οὐκ ἀδελφὸς ἦν Ησαυ τοῦ Ιακωβ λέγει κύριος καὶ ἠγάπησα τὸν Ιακωβ
Εγώ σας ηγάπησα, λέγει Κύριος· και σεις είπετε, Εις τι μας ηγάπησας; δεν ήτο ο Ησαύ αδελφός του Ιακώβ; λέγει Κύριος· πλην ηγάπησα τον Ιακώβ,
3 τὸν δὲ Ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δόματα ἐρήμου
τον δε Ησαύ εμίσησα και κατέστησα τα όρη αυτού ερήμωσιν και την κληρονομίαν αυτού κατοικίας ερήμου.
4 διότι ἐρεῖ ἡ Ιδουμαία κατέστραπται καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους τάδε λέγει κύριος παντοκράτωρ αὐτοὶ οἰκοδομήσουσιν καὶ ἐγὼ καταστρέψω καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐφ’ ὃν παρατέτακται κύριος ἕως αἰῶνος
Και εάν ο Εδώμ είπη, Ημείς εταλαιπωρήθημεν, πλην θέλομεν οικοδομήσει εκ νέου τους ηρημωμένους τόπους, ούτω λέγει ο Κύριος των δυνάμεων· Αυτοί θέλουσιν οικοδομήσει αλλ' εγώ θέλω καταστρέψει· και θέλουσιν ονομασθή, Όριον ανομίας, και, Ο λαός κατά του οποίου ο Κύριος ηγανάκτησε διαπαντός.
5 καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται καὶ ὑμεῖς ἐρεῖτε ἐμεγαλύνθη κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ισραηλ
Και οι οφθαλμοί σας θέλουσιν ιδεί και σεις θέλετε ειπεί, Εμεγαλύνθη ο Κύριος από του ορίου του Ισραήλ.
6 υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ καὶ εἰ πατήρ εἰμι ἐγώ ποῦ ἐστιν ἡ δόξα μου καὶ εἰ κύριός εἰμι ἐγώ ποῦ ἐστιν ὁ φόβος μου λέγει κύριος παντοκράτωρ ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου καὶ εἴπατε ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου
Ο υιός τιμά τον πατέρα και ο δούλος τον κύριον αυτού· αν λοιπόν εγώ ήμαι πατήρ, που είναι η τιμή μου; και αν κύριος εγώ, που ο φόβος μου; λέγει ο Κύριος των δυνάμεων προς εσάς, ιερείς, οίτινες καταφρονείτε το όνομά μου, και λέγετε, Εις τι κατεφρονήσαμεν το όνομά σου;
7 προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους καὶ εἴπατε ἐν τίνι ἠλισγήσαμεν αὐτούς ἐν τῷ λέγειν ὑμᾶς τράπεζα κυρίου ἐξουδενωμένη ἐστὶν καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα
Προσεφέρετε άρτον μεμιασμένον επί του θυσιαστηρίου μου και είπετε, Εις τι σε εμιάναμεν; Εις το ότι λέγετε, Η τράπεζα του Κυρίου είναι αξιοκαταφρόνητος.
8 διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν οὐ κακόν καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον οὐ κακόν προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου εἰ προσδέξεται αὐτό εἰ λήμψεται πρόσωπόν σου λέγει κύριος παντοκράτωρ
Και αν προσφέρητε τυφλόν εις θυσίαν, δεν είναι κακόν; και αν προσφέρητε χωλόν ή άρρωστον, δεν είναι κακόν; πρόσφερε τώρα τούτο εις τον αρχηγόν σου· θέλει άρα γε ευαρεστηθή εις σε ή υποδεχθή το πρόσωπόν σου; λέγει ο Κύριος των δυνάμεων.
9 καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ θεοῦ ὑμῶν καὶ δεήθητε αὐτοῦ ἐν χερσὶν ὑμῶν γέγονεν ταῦτα εἰ λήμψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν λέγει κύριος παντοκράτωρ
Και τώρα λοιπόν δεήθητε του Θεού διά να ελεήση ημάς· εξ αιτίας σας έγεινε τούτο· θέλει άρα γε υποδεχθή τα πρόσωπά σας; λέγει ο Κύριος των δυνάμεων.
10 διότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν οὐκ ἔστιν μου θέλημα ἐν ὑμῖν λέγει κύριος παντοκράτωρ καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν
Τις είναι και μεταξύ σας, όστις ήθελε κλείσει τας θύρας, διά να μη ανάπτητε πυρ επί το θυσιαστήριόν μου ματαίως; δεν έχω ευχαρίστησιν εις εσάς, λέγει ο Κύριος των δυνάμεων, και δεν θέλω δεχθή προσφοράν εκ της χειρός σας.
11 διότι ἀπ’ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν λέγει κύριος παντοκράτωρ
Διότι από ανατολών ηλίου έως δυσμών αυτού το όνομά μου θέλει είσθαι μέγα μεταξύ των εθνών, και εν παντί τόπω θέλει προσφέρεσθαι θυμίαμα εις το όνομά μου και θυσία καθαρά· διότι μέγα θέλει είσθαι το όνομά μου μεταξύ των εθνών, λέγει ο Κύριος των δυνάμεων.
12 ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς τράπεζα κυρίου ἠλισγημένη ἐστίν καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτοῦ
Σεις όμως εβεβηλώσατε αυτό, λέγοντες, Η τράπεζα του Κυρίου είναι μεμιασμένη, και τα επιτιθέμενα επ' αυτήν, το φαγητόν αυτής, αξιοκαταφρόνητον.
13 καὶ εἴπατε ταῦτα ἐκ κακοπαθείας ἐστίν καὶ ἐξεφύσησα αὐτὰ λέγει κύριος παντοκράτωρ καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα καὶ ἐὰν φέρητε τὴν θυσίαν εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν λέγει κύριος παντοκράτωρ
Σεις είπετε έτι, Ιδού, οποία ενόχλησις· και κατεφρονήσατε αυτήν, λέγει ο Κύριος των δυνάμεων· και εφέρατε το ηρπαγμένον και το χωλόν και το άρρωστον, ναι, τοιαύτην προσφοράν εφέρατε· ήθελον δεχθή αυτήν εκ της χειρός σας; λέγει Κύριος.
14 καὶ ἐπικατάρατος ὃς ἦν δυνατὸς καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν καὶ εὐχὴ αὐτοῦ ἐπ’ αὐτῷ καὶ θύει διεφθαρμένον τῷ κυρίῳ διότι βασιλεὺς μέγας ἐγώ εἰμι λέγει κύριος παντοκράτωρ καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσιν
Όθεν επικατάρατος ο απατεών, όστις έχει εν τω ποιμνίω αυτού άρσεν και κάμνει ευχήν και θυσιάζει εις τον Κύριον πράγμα διεφθαρμένον· διότι εγώ είμαι βασιλεύς μέγας, λέγει ο Κύριος των δυνάμεων, και το όνομά μου είναι τρομερόν εν τοις έθνεσι.

< Μαλαχίας 1 >