< Λευϊτικόν 8 >

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
2 λαβὲ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τοὺς δύο κριοὺς καὶ τὸ κανοῦν τῶν ἀζύμων
Λάβε τον Ααρών και τους υιούς αυτού μετ' αυτού, και τας στολάς και το έλαιον του χρίσματος και τον μόσχον της περί αμαρτίας προσφοράς και τους δύο κριούς και το κάνιστρον των αζύμων.
3 καὶ πᾶσαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
Και σύναξον πάσαν την συναγωγήν εις την θύραν της σκηνής του μαρτυρίου.
4 καὶ ἐποίησεν Μωυσῆς ὃν τρόπον συνέταξεν αὐτῷ κύριος καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
Και έκαμεν ο Μωϋσής καθώς προσέταξεν εις αυτόν ο Κύριος· και συνήχθη η συναγωγή εις την θύραν της σκηνής του μαρτυρίου.
5 καὶ εἶπεν Μωυσῆς τῇ συναγωγῇ τοῦτό ἐστιν τὸ ῥῆμα ὃ ἐνετείλατο κύριος ποιῆσαι
Και είπεν ο Μωϋσής προς την συναγωγήν, Ούτος είναι ο λόγος τον οποίον προσέταξεν ο Κύριος να γείνη.
6 καὶ προσήνεγκεν Μωυσῆς τὸν Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἔλουσεν αὐτοὺς ὕδατι
Και έφερεν ο Μωϋσής τον Ααρών και τους υιούς αυτού και έλουσεν αυτούς με ύδωρ.
7 καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην καὶ ἐπέθηκεν ἐπ’ αὐτὸν τὴν ἐπωμίδα καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ
Και έβαλε τον χιτώνα επ' αυτόν, και έζωσεν αυτόν την ζώνην, και ενέδυσεν αυτόν τον ποδήρη, και έβαλεν επ' αυτού το εφόδ, και έζωσεν αυτόν την κεντητήν ζώνην του εφόδ, και περιέζωσεν αυτόν με αυτήν.
8 καὶ ἐπέθηκεν ἐπ’ αὐτὴν τὸ λογεῖον καὶ ἐπέθηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν
Και έβαλεν επ' αυτού το περιστήθιον· εις δε το περιστήθιον έβαλε το Ουρίμ και το Θουμμίμ.
9 καὶ ἐπέθηκεν τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
Και έβαλε την μίτραν επί της κεφαλής αυτού· επί δε της μίτρας, κατά το έμπροσθεν αυτής, έβαλε το πέταλον το χρυσούν, το διάδημα το άγιον, καθώς προσέταξεν ο Κύριος εις τον Μωϋσήν.
10 καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως
Και έλαβεν ο Μωϋσής το έλαιον του χρίσματος και έχρισε την σκηνήν και πάντα τα εν αυτή και ηγίασεν αυτά.
11 καὶ ἔρρανεν ἀπ’ αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις καὶ ἔχρισεν τὸ θυσιαστήριον καὶ ἡγίασεν αὐτὸ καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ καὶ ἡγίασεν αὐτά καὶ ἔχρισεν τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἡγίασεν αὐτήν
Και ερράντισεν απ' αυτού επί το θυσιαστήριον επτάκις και έχρισε το θυσιαστήριον· και πάντα τα σκεύη αυτού και τον νιπτήρα και την βάσιν αυτού, διά να αγιάση αυτά.
12 καὶ ἐπέχεεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ααρων καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν
Και έχυσεν από του ελαίου του χρίσματος επί την κεφαλήν του Ααρών και έχρισεν αυτόν, διά να αγιάση αυτόν.
13 καὶ προσήγαγεν Μωυσῆς τοὺς υἱοὺς Ααρων καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας καὶ ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέθηκεν αὐτοῖς κιδάρεις καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ
Και έφερεν ο Μωϋσής τους υιούς του Ααρών και ενέδυσεν αυτούς χιτώνας και έζωσεν αυτούς ζώνας και έβαλε μιτρίδια επ' αυτών, καθώς προσέταξεν ο Κύριος εις τον Μωϋσήν.
14 καὶ προσήγαγεν Μωυσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας
Και έφερε τον μόσχον της περί αμαρτίας προσφοράς· ο δε Ααρών και οι υιοί αυτού επέθεσαν τας χείρας αυτών επί την κεφαλήν του μόσχου της περί αμαρτίας προσφοράς.
15 καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ αἵματος καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ τῷ δακτύλῳ καὶ ἐκαθάρισεν τὸ θυσιαστήριον καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ’ αὐτοῦ
Και έσφαξεν αυτόν και έλαβεν ο Μωϋσής από του αίματος και έβαλεν επί τα κέρατα του θυσιαστηρίου κύκλω διά του δακτύλου αυτού, και εκαθάρισε το θυσιαστήριον· και το αίμα έχυσεν εις την βάσιν του θυσιαστηρίου και ηγίασεν αυτό, διά να κάμη εξιλέωσιν επ' αυτού.
16 καὶ ἔλαβεν Μωυσῆς πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ ἀνήνεγκεν Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον
Και έλαβε παν το στέαρ το επί των εντοσθίων και τον λοβόν του ήπατος και τους δύο νεφρούς και το στέαρ αυτών, και έκαυσεν αυτά ο Μωϋσής επί του θυσιαστηρίου.
17 καὶ τὸν μόσχον καὶ τὴν βύρσαν αὐτοῦ καὶ τὰ κρέα αὐτοῦ καὶ τὴν κόπρον αὐτοῦ καὶ κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
Τον μόσχον όμως και το δέρμα αυτού και το κρέας αυτού και την κόπρον αυτού, έκαυσεν εν πυρί έξω του στρατοπέδου, καθώς προσέταξεν ο Κύριος εις τον Μωϋσήν.
18 καὶ προσήγαγεν Μωυσῆς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ
Και έφερε τον κριόν του ολοκαυτώματος· και ο Ααρών και οι υιοί αυτού επέθεσαν τας χείρας αυτών επί την κεφαλήν του κριού.
19 καὶ ἔσφαξεν Μωυσῆς τὸν κριόν καὶ προσέχεεν Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ
Και έσφαξεν αυτόν και ερράντισεν ο Μωϋσής το αίμα επί το θυσιαστήριον κύκλω.
20 καὶ τὸν κριὸν ἐκρεανόμησεν κατὰ μέλη καὶ ἀνήνεγκεν Μωυσῆς τὴν κεφαλὴν καὶ τὰ μέλη καὶ τὸ στέαρ
Και διεμέλισε τον κριόν κατά τα μέλη αυτού· και έκαυσεν ο Μωϋσής την κεφαλήν και τα μέλη και το στέαρ.
21 καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι καὶ ἀνήνεγκεν Μωυσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον ὁλοκαύτωμα ὅ ἐστιν εἰς ὀσμὴν εὐωδίας κάρπωμά ἐστιν τῷ κυρίῳ καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ
Τα δε εντόσθια και τους πόδας έπλυνε με ύδωρ· και έκαυσεν ο Μωϋσής όλον τον κριόν επί του θυσιαστηρίου· ήτο ολοκαύτωμα εις οσμήν ευωδίας, προσφορά γινομένη διά πυρός εις τον Κύριον· καθώς προσέταξεν ο Κύριος εις τον Μωϋσήν.
22 καὶ προσήγαγεν Μωυσῆς τὸν κριὸν τὸν δεύτερον κριὸν τελειώσεως καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ
Και έφερε τον κριόν τον δεύτερον, τον κριόν της καθιερώσεως· ο δε Ααρών και οι υιοί αυτού επέθεσαν τας χείρας αυτών επί την κεφαλήν του κριού.
23 καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ αἵματος αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ααρων τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ
Και έσφαξεν αυτόν, και έλαβεν ο Μωϋσής από του αίματος αυτού και έβαλεν επί τον λοβόν του δεξιού ωτίου του Ααρών, και επί τον αντίχειρα της δεξιάς αυτού χειρός, και επί τον μεγάλον δάκτυλον του δεξιού αυτού ποδός.
24 καὶ προσήγαγεν Μωυσῆς τοὺς υἱοὺς Ααρων καὶ ἐπέθηκεν Μωυσῆς ἀπὸ τοῦ αἵματος ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν καὶ προσέχεεν Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ
Και έφερε τους υιούς του Ααρών και έβαλεν ο Μωϋσής από του αίματος επί τον λοβόν του δεξιού ωτίου αυτών και επί τους αντίχειρας των δεξιών χειρών αυτών και επί τους μεγάλους δακτύλους των δεξιών ποδών αυτών· και ερράντισεν ο Μωϋσής το αίμα επί του θυσιαστηρίου κύκλω.
25 καὶ ἔλαβεν τὸ στέαρ καὶ τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν
Και έλαβε το στέαρ και την ουράν και παν το στέαρ το επί των εντοσθίων και τον λοβόν του ήπατος και τους δύο νεφρούς και το στέαρ αυτών και τον δεξιόν ώμον·
26 καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως τοῦ ὄντος ἔναντι κυρίου ἔλαβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἓν καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ καὶ τὸν βραχίονα τὸν δεξιόν
και από του κανίστρου των αζύμων του έμπροσθεν του Κυρίου έλαβε μίαν πήτταν άζυμον, και ένα άρτον ελαιωμένον και εν λάγανον και έβαλεν αυτά επί το στέαρ και επί τον δεξιόν ώμον·
27 καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας Ααρων καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἀφαίρεμα ἔναντι κυρίου
και έβαλε τα πάντα εις τας χείρας του Ααρών και εις τας χείρας των υιών αυτού, και εκίνησεν αυτά εις προσφοράν κινητήν έμπροσθεν του Κυρίου.
28 καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν καὶ ἀνήνεγκεν αὐτὰ Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώσεως ὅ ἐστιν ὀσμὴ εὐωδίας κάρπωμά ἐστιν τῷ κυρίῳ
Και έλαβεν αυτά ο Μωϋσής εκ των χειρών αυτών και έκαυσεν επί του θυσιαστηρίου επί το ολοκαύτωμα· αύται ήσαν καθιερώσεις εις οσμήν ευωδίας· ήτο θυσία γινομένη διά πυρός εις τον Κύριον.
29 καὶ λαβὼν Μωυσῆς τὸ στηθύνιον ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως καὶ ἐγένετο Μωυσῇ ἐν μερίδι καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ
Και λαβών ο Μωϋσής το στήθος, εκίνησεν αυτό εις προσφοράν κινητήν έμπροσθεν του Κυρίου· εκ του κριού της καθιερώσεως τούτο ήτο το μερίδιον του Μωϋσέως, καθώς προσέταξεν ο Κύριος εις τον Μωϋσήν.
30 καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου καὶ προσέρρανεν ἐπὶ Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ καὶ ἡγίασεν Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ
Και έλαβεν ο Μωϋσής από του ελαίου του χρίσματος και από του αίματος του επί του θυσιαστηρίου και ερράντισεν επί τον Ααρών, επί τας στολάς αυτού και επί τους υιούς αυτού και επί τας στολάς των υιών αυτού μετ' αυτού· και ηγίασε τον Ααρών, τας στολάς αυτού και τους υιούς αυτού και τας στολάς των υιών αυτού μετ' αυτού·
31 καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ καὶ ἐκεῖ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως ὃν τρόπον συντέτακταί μοι λέγων Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται αὐτά
Και είπεν ο Μωϋσής προς τον Ααρών και προς τους υιούς αυτού, Βράσατε το κρέας εις την θύραν της σκηνής του μαρτυρίου· και εκεί φάγετε αυτό και τον άρτον τον εν τω κανίστρω των καθιερώσεων, καθώς με προσέταξεν ο Κύριος, λέγων, Ο Ααρών και οι υιοί αυτού θέλουσι τρώγει αυτά.
32 καὶ τὸ καταλειφθὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν πυρὶ κατακαυθήσεται
Το δε υπόλοιπον του κρέατος και του άρτου εν πυρί θέλετε κατακαύσει.
33 καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας ἕως ἡμέρα πληρωθῇ ἡμέρα τελειώσεως ὑμῶν ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν
Και από της θύρας της σκηνής του μαρτυρίου δεν θέλετε εξέλθει επτά ημέρας, εωσού πληρωθώσιν αι ημέραι της καθιερώσεώς σας· διότι εν επτά ημέραις θέλει τελειωθή η καθιέρωσίς σας.
34 καθάπερ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνετείλατο κύριος τοῦ ποιῆσαι ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν
Καθώς έκαμεν εις την ημέραν ταύτην, ούτω προσέταξε Κύριος να εκτελήται, διά να γίνηται εξιλέωσις διά σας.
35 καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας ἡμέραν καὶ νύκτα φυλάξεσθε τὰ φυλάγματα κυρίου ἵνα μὴ ἀποθάνητε οὕτως γὰρ ἐνετείλατό μοι κύριος ὁ θεός
Θέλετε λοιπόν καθίσει επτά ημέρας εις την θύραν της σκηνής του μαρτυρίου ημέραν και νύκτα· και θέλετε φυλάττει τας παραγγελίας του Κυρίου, διά να μη αποθάνητε· διότι ούτω προσετάχθην.
36 καὶ ἐποίησεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ πάντας τοὺς λόγους οὓς συνέταξεν κύριος τῷ Μωυσῇ
Και έκαμεν ο Ααρών και οι υιοί αυτού πάντας τους λόγους, τους οποίους προσέταξεν ο Κύριος διά χειρός του Μωϋσέως.

< Λευϊτικόν 8 >