< Λευϊτικόν 10 >

1 καὶ λαβόντες οἱ δύο υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ’ αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ’ αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι κυρίου πῦρ ἀλλότριον ὃ οὐ προσέταξεν κύριος αὐτοῖς
And Nadab and Abihu, the sons of Aaron, took each his censer, and they put therein fire, and put thereon incense: and they brought near before the Lord a strange fire, which he had not commanded them.
2 καὶ ἐξῆλθεν πῦρ παρὰ κυρίου καὶ κατέφαγεν αὐτούς καὶ ἀπέθανον ἔναντι κυρίου
And there went out a fire from before the Lord, and consumed them, and they died before the Lord.
3 καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων τοῦτό ἐστιν ὃ εἶπεν κύριος λέγων ἐν τοῖς ἐγγίζουσίν μοι ἁγιασθήσομαι καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι καὶ κατενύχθη Ααρων
Then said Moses unto Aaron, This is what the Lord hath spoken, saying, On those who are near unto me will I be sanctified, and before all the people will I be glorified: and Aaron held his peace.
4 καὶ ἐκάλεσεν Μωυσῆς τὸν Μισαδαι καὶ τὸν Ελισαφαν υἱοὺς Οζιηλ υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς Ααρων καὶ εἶπεν αὐτοῖς προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς
And Moses called unto Mishael and Elzaphan, the sons of 'Uzziel, the uncle of Aaron, and said unto them, Come near, carry your brethren from before the sanctuary to without the camp.
5 καὶ προσῆλθον καὶ ἦραν ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς ὃν τρόπον εἶπεν Μωυσῆς
And they came near, and carried them in their coats to without the camp; as Moses had spoken.
6 καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε ἵνα μὴ ἀποθάνητε καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός οἱ ἀδελφοὶ ὑμῶν πᾶς ὁ οἶκος Ισραηλ κλαύσονται τὸν ἐμπυρισμόν ὃν ἐνεπυρίσθησαν ὑπὸ κυρίου
And Moses said unto Aaron, and unto Elazar and unto Ithamar, his sons, The hair of your head you shall not let grow long, and your garments you shall not rend, that ye die not, and that he be not wroth upon the whole congregation; but your brethren, the whole house of Israel, may bewail the burning which the Lord hath kindled.
7 καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἵνα μὴ ἀποθάνητε τὸ γὰρ ἔλαιον τῆς χρίσεως τὸ παρὰ κυρίου ἐφ’ ὑμῖν καὶ ἐποίησαν κατὰ τὸ ῥῆμα Μωυσῆ
And from the door of the tabernacle of the congregation shall ye not go out, lest ye die; for the anointing oil of the Lord is upon you; and they did according to the word of Moses.
8 καὶ ἐλάλησεν κύριος τῷ Ααρων λέγων
And the Lord spoke unto Aaron, saying,
9 οἶνον καὶ σικερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον καὶ οὐ μὴ ἀποθάνητε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν
Wine or strong drink shalt thou not drink, neither thou, nor thy sons with thee, when ye go in unto the tabernacle of the congregation, lest ye die: it shall be a statute for ever throughout your generations.
10 διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων καὶ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν
So that ye may be able to distinguish between the holy and the unholy, and between the unclean and the clean;
11 καὶ συμβιβάσεις τοὺς υἱοὺς Ισραηλ πάντα τὰ νόμιμα ἃ ἐλάλησεν κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυσῆ
And that ye may be able to teach the children of Israel all the statutes which the Lord hath spoken unto them by the hand of Moses.
12 καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ πρὸς Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλειφθέντας λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων κυρίου καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον ἅγια ἁγίων ἐστίν
And Moses spoke unto Aaron, and unto Elazar and unto Ithamar his sons, that were left, Take ye the meat-offering that is left of the fire-offerings of the Lord, and eat it unleavened beside the altar; for it is most holy.
13 καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ νόμιμον γάρ σοί ἐστιν καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων κυρίου οὕτω γὰρ ἐντέταλταί μοι
And ye shall eat it in a holy place, because it is thy fixed portion, and the fixed portion of thy sons, from the fire-offerings of the Lord; for so have I been commanded.
14 καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός σου μετὰ σοῦ νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Ισραηλ
And the breast which hath been waved and the shoulder which hath been lifted up, shall ye eat in a clean place, thou, and thy sons, and thy daughters with thee; for as thy fixed portion, and the fixed portion of thy sons, have they been given from the sacrifices of peace-offerings of the children of Israel.
15 τὸν βραχίονα τοῦ ἀφαιρέματος καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν ἀφόρισμα ἀφορίσαι ἔναντι κυρίου καὶ ἔσται σοὶ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
The shoulder which is waved and the breast which is lifted up, shall they bring with the fat of the fire-offering, to make therewith a waving before the Lord: and then shall it be thine, and thy sons with thee, as a fixed portion for ever; as the Lord hath commanded.
16 καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησεν Μωυσῆς καὶ ὅδε ἐνεπεπύριστο καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλελειμμένους λέγων
And the goat of the sin-offering Moses sought diligently, and behold, it was burnt: and he was angry with Elazar and Ithamar, the sons of Aaron who had been left, and said,
17 διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ ὅτι γὰρ ἅγια ἁγίων ἐστίν τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι κυρίου
Wherefore have ye not eaten the sin-offering in the holy place, seeing that it is most holy, and that he hath given it to you to bear the iniquity of the congregation, to make atonement for them before the Lord?
18 οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ ὃν τρόπον μοι συνέταξεν κύριος
Behold, its blood was not brought within the holy place: ye should then have eaten it in the holy place, as I commanded.
19 καὶ ἐλάλησεν Ααρων πρὸς Μωυσῆν λέγων εἰ σήμερον προσαγειόχασιν τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι κυρίου καὶ συμβέβηκέν μοι ταῦτα καὶ φάγομαι τὰ περὶ τῆς ἁμαρτίας σήμερον μὴ ἀρεστὸν ἔσται κυρίῳ
And Aaron spoke unto Moses, Behold, this day have they offered their sin-offering, and their burnt-offering before the Lord; and things as these have befallen me: and if I had eaten the sin-offering today, would it have been pleasing in the eyes of the Lord?
20 καὶ ἤκουσεν Μωυσῆς καὶ ἤρεσεν αὐτῷ
And when Moses heard this, it was pleasing in his eyes.

< Λευϊτικόν 10 >