< Κριταί 7 >

1 καὶ ὤρθρισεν Ιαρβαλ αὐτός ἐστιν Γεδεων καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ καὶ παρενέβαλον ἐπὶ πηγὴν Αραδ καὶ παρεμβολὴ Μαδιαμ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ Γαβααθ Αμωρα ἐν κοιλάδι
I urani Jeroval, to je Gedeon, i sav narod što bijaše s njim, i stadoše u oko kod izvora Aroda; a vojska Madijanska bješe mu sa sjevera kraj gore Moreha u dolini.
2 καὶ εἶπεν κύριος πρὸς Γεδεων πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν μήποτε καυχήσηται Ισραηλ ἐπ’ ἐμὲ λέγων ἡ χείρ μου ἔσωσέν με
A Gospod reèe Gedeonu: mnogo je naroda s tobom, zato im neæu dati Madijana u ruke, da se ne bi hvalio Izrailj suprot meni govoreæi: moja me ruka izbavi.
3 καὶ νῦν λάλησον δὴ ἐν ὠσὶν τοῦ λαοῦ λέγων τίς ὁ φοβούμενος καὶ δειλός ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλααδ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες καὶ δέκα χιλιάδες ὑπελείφθησαν
Nego sada oglasi da èuje narod i reci: ko se boji i koga je strah, neka se vrati i nek ide odmah ka gori Galadu. I vrati se iz naroda dvadeset i dvije tisuæe; a deset tisuæa osta.
4 καὶ εἶπεν κύριος πρὸς Γεδεων ἔτι ὁ λαὸς πολύς κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος πορεύσεται σὺν σοί αὐτὸς πορεύσεται σὺν σοί καὶ πᾶν ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος οὐ πορεύσεται μετὰ σοῦ αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ
Opet reèe Gospod Gedeonu: još je mnogo naroda; svedi ih na vodu, i ondje æu ti ih prebrati; za kojega ti god reèem: taj neka ide s tobom, neka ide s tobom; a za koga ti god reèem: taj neka ne ide s tobom, neka ne ide.
5 καὶ κατήνεγκεν τὸν λαὸν πρὸς τὸ ὕδωρ καὶ εἶπεν κύριος πρὸς Γεδεων πᾶς ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πᾶς ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν
I svede narod na vodu; a Gospod reèe Gedeonu: koji stane laptati jezikom vodu, kao što lapæe pas, metni ga na stranu; tako i svakoga koji klekne na koljena da pije.
6 καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ
I onijeh koji laptaše, rukom svojom k ustima prinesavši vodu, bješe tri stotine ljudi; a sav ostali narod kleèe na koljena svoja da piju vode.
7 καὶ εἶπεν κύριος πρὸς Γεδεων ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ δώσω τὴν Μαδιαμ ἐν χειρί σου καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ
Tada reèe Gospod Gedeonu: s tijeh trista ljudi koji laptaše vodu izbaviæu vas i predaæu ti u ruke Madijane; neka dakle odlazi sav ovaj narod svaki na svoje mjesto.
8 καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν καὶ τὸν πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν καὶ ἡ παρεμβολὴ Μαδιαμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι
I narod uze brašnjenice i trube; i Gedeon otpusti sve ljude Izrailjce da idu svaki u svoj šator, a onijeh trista ljudi zadrža. A oko Madijanski bijaše niže njega u dolini.
9 καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος ἀναστὰς κατάβηθι ἐν τῇ παρεμβολῇ ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου
I onu noæ reèe mu Gospod: ustani, siði u oko, jer ti ga dadoh u ruke.
10 καὶ εἰ φοβῇ σὺ καταβῆναι κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν
Ako li se bojiš sam siæi, siði u oko sa Furom momkom svojim,
11 καὶ ἀκούσῃ τί λαλήσουσιν καὶ μετὰ τοῦτο ἰσχύσουσιν αἱ χεῖρές σου καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντήκοντα οἳ ἦσαν ἐν τῇ παρεμβολῇ
I èuæeš šta govore, pa æe ti osiliti ruke i udariæeš na oko. I siðe on i Fura momak njegov do kraja vojske koja bijaše u okolu.
12 καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός ἀλλὰ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος
A Madijani i Amalici i sav narod istoèni ležahu po dolini kao skakavci, tako ih bješe mnogo; i kamilama njihovijem ne bješe broja; bješe ih mnogo kao pijeska po brijegu morskom.
13 καὶ ἦλθεν Γεδεων καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον καὶ εἶπεν ἐνύπνιον ἰδοὺ ἐνυπνιασάμην καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν καὶ ἔπεσεν καὶ ἀνέστρεψεν αὐτὴν ἄνω καὶ ἔπεσεν ἡ σκηνή
I kad doðe Gedeon, a to jedan pripovijedaše drugu svojemu san, i govoraše: gle, usnih, a to peèen hljeb jeèmen kotrljaše se k okolu Madijanskom i doðe do šatora i stade udarati o njih, te padahu, i ispremeta ih, i popadaše šatori.
14 καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ παρέδωκεν ὁ θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν
A drug mu odgovori i reèe: to nije drugo nego maè Gedeona sina Joasova èovjeka Izrailjca; predao mu je u ruke Bog Madijane i sav ovaj oko.
15 καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ καὶ προσεκύνησεν κυρίῳ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἶπεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιαμ
I kad Gedeon èu kako onaj pripovjedi san i kako ga ovaj istumaèi, pokloni se i vrati se u oko Izrailjski i reèe: ustajte, jer vam dade Gospod u ruke oko Madijanski.
16 καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις
Potom razdijeli trista ljudi u tri èete, i dade svakome po trubu u ruku i po prazan žban i po luè u žban.
17 καὶ εἶπεν πρὸς αὐτούς ἀπ’ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς καὶ ἔσται καθὼς ἂν ποιήσω οὕτως ποιήσετε
I reèe im: na mene gledajte, pa tako èinite; gle, je æu doæi na kraj okola, pa šta ja ušèinim, to èinite.
18 καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγώ καὶ πάντες μετ’ ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς καὶ ἐρεῖτε τῷ κυρίῳ καὶ τῷ Γεδεων
Kad ja zatrubim u trubu i svi koji budu sa mnom, tada i vi zatrubite u trube oko svega okola, i vièite: maè Gospodnji i Gedeonov.
19 καὶ εἰσῆλθεν Γεδεων καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ’ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν
I doðe Gedeon i sto ljudi što bijahu s njim na kraj okola, u poèetak srednje straže, istom bijahu promijenili stražu; a oni zatrubiše u trube i polupaše žbanove koje imahu u rukama.
20 καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας καὶ ἐν χερσὶν δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν καὶ ἀνέκραξαν ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεων
Tako tri èete zatrubiše u trube i polupaše žbanove, i držahu u lijevoj ruci luèeve a u desnoj trube trubeæi, i povikaše: maè Gospodnji i Gedeonov.
21 καὶ ἔστησαν ἀνὴρ ἐφ’ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς καὶ ἔδραμεν πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγαν
I stadoše svaki na svom mjestu oko vojske; a sva se vojska smete i stadoše vikati i bježati.
22 καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις καὶ ἔθηκεν κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεεδτα Γαραγαθα ἕως χείλους Αβωμεουλα ἐπὶ Ταβαθ
A kad zatrubiše u trube onijeh tri stotine, Gospod obrati maè svakome na druga njegova po svemu okolu, te pobježe vojska do Vet-Asete, u Zererat, do obale Avel-meolske kod Tavata.
23 καὶ ἐβόησαν ἀνὴρ Ισραηλ ἀπὸ Νεφθαλι καὶ ἀπὸ Ασηρ καὶ ἀπὸ παντὸς Μανασση καὶ ἐδίωξαν ὀπίσω Μαδιαμ
A Izrailjci iz plemena Neftalimova i Asirova i iz svega plemena Manasijina stekoše se i goniše Madijane.
24 καὶ ἀγγέλους ἀπέστειλεν Γεδεων ἐν παντὶ ὄρει Εφραιμ λέγων κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην
I Gedeon posla glasnike po svoj gori Jefremovoj govoreæi: siðite pred Madijane i uhvatite im vode do Vetvare duž Jordana. I stekoše se svi ljudi iz plemena Jefremova i uhvatiše vode do Vetvare duž Jordana.
25 καὶ συνέλαβον τοὺς ἄρχοντας Μαδιαμ καὶ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουρ καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηφ καὶ κατεδίωξαν Μαδιαμ καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἀπὸ πέραν τοῦ Ιορδάνου
I uhvatiše dva kneza Madijanska, Oriva i Ziva, i ubiše Oriva na stijeni Orivovoj, a Ziva ubiše kod tijeska Zivova; i goniše Madijane, i donesoše glavu Orivovu i Zivovu ka Gedeonu preko Jordana.

< Κριταί 7 >