< Κριταί 21 >
1 καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν ἐν Μασσηφα λέγοντες ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμιν εἰς γυναῖκα
Και οι άνδρες Ισραήλ είχον ομόσει εν Μισπά, λέγοντες, ουδείς εξ ημών θέλει δώσει την θυγατέρα αυτού εις τον Βενιαμίν διά γυναίκα.
2 καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν
Και ήλθεν ο λαός εις Βαιθήλ, και εκάθισαν εκεί έως εσπέρας ενώπιον του Θεού, και ύψωσαν την φωνήν αυτών και έκλαυσαν κλαυθμόν μέγαν·
3 καὶ εἶπαν εἰς τί κύριε θεὲ Ισραηλ ἐγενήθη αὕτη τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ισραηλ φυλὴν μίαν
και είπον, Διατί, Κύριε Θεέ του Ισραήλ, έγεινε τούτο εν τω Ισραήλ, να αποκοπή σήμερον από του Ισραήλ μία φυλή;
4 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας
Και την επαύριον εσηκώθη ο λαός το πρωΐ, και ωκοδόμησεν εκεί θυσιαστήριον και προσέφερεν ολοκαυτώματα και θυσίας ειρηνικάς.
5 καὶ εἶπον οἱ υἱοὶ Ισραηλ τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ισραηλ πρὸς κύριον ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς Μασσηφα λέγοντες θανάτῳ θανατωθήσεται
Και είπον οι υιοί Ισραήλ, Τις είναι μεταξύ πασών των φυλών του Ισραήλ, όστις δεν ανέβη εις την σύναξιν προς τον Κύριον; Διότι είχον κάμει μέγαν όρκον κατ' εκείνον όστις δεν ήθελεν αναβή προς τον Κύριον εις Μισπά, λέγοντες, Εξάπαντος θέλει θανατωθή.
6 καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἀδελφὸν αὐτῶν καὶ εἶπαν ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ Ισραηλ
Και μετενόησαν οι υιοί Ισραήλ περί Βενιαμίν του αδελφού αυτών και είπον, Σήμερον απεκόπη μία φυλή από του Ισραήλ·
7 τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας
τι θέλομεν κάμει διά γυναίκας εις τους απομείναντας, αφού ώμόσαμεν προς τον Κύριον να μη δώσωμεν εις αυτούς διά γυναίκας εκ των θυγατέρων ημών;
8 καὶ εἶπαν τίς εἷς ἀπὸ φυλῶν Ισραηλ ὃς οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν
Και είπον, Ποίός τις είναι εκ των φυλών Ισραήλ, όστις δεν ανέβη εις Μισπά προς τον Κύριον; Και ιδού, δεν είχεν ελθεί ουδείς εις το στρατόπεδον από Ιαβείς-γαλαάδ εις την σύναξιν.
9 καὶ ἐπεσκέπη ὁ λαός καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων Ιαβις Γαλααδ
Διότι έγεινεν εξέτασις του λαού, και ιδού, δεν ήτο εκεί ουδείς εκ των κατοίκων της Ιαβείς-γαλαάδ.
10 καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας
Και απέστειλεν εκεί η συναγωγή δώδεκα χιλιάδας ανδρών εκ των πλέον δυνατών και προσέταξεν αυτούς, λέγουσα, Υπάγετε και πατάξατε τους κατοίκους της Ιαβείς-γαλαάδ εν στόματι μαχαίρας, και τας γυναίκας και τα παιδία·
11 καὶ τοῦτο ποιήσετε πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε τὰς δὲ παρθένους περιποιήσεσθε καὶ ἐποίησαν οὕτως
και τούτο είναι το πράγμα, το οποίον θέλετε κάμει· παν αρσενικόν και πάσαν γυναίκα γνωρίσασαν κοίτην αρσενικού θέλετε εξολοθρεύσει.
12 καὶ εὗρον ἀπὸ οἰκούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλων τὴν ἐν γῇ Χανααν
Και εύρηκαν μεταξύ των κατοίκων της Ιαβείς-γαλαάδ τετρακοσίας νέας παρθένους, αίτινες δεν είχον γνωρίσει άνδρα εν κοίτη αρσενικού· και έφεραν αυτάς προς το στρατόπεδον εις Σηλώ, ήτις είναι εν γη Χαναάν.
13 καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμιν ἐν τῇ πέτρᾳ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην
Και απέστειλε πάσα η συναγωγή, και ελάλησαν προς τους υιούς Βενιαμίν, τους εν τη πέτρα Ριμμών, και εκάλεσαν αυτούς εις ειρήνην.
14 καὶ ἐπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ Ισραηλ τὰς γυναῖκας ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων Ιαβις Γαλααδ καὶ ἤρεσεν αὐτοῖς οὕτως
Και επέστρεψεν ο Βενιαμίν κατ' εκείνον τον καιρόν· και έδωκαν εις αυτούς τας γυναίκας, τας οποίας είχον αφήσει ζώσας εκ των γυναικών της Ιαβείς-γαλαάδ· πλην δεν εξήρκεσαν εις αυτούς.
15 καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμιν ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ισραηλ
Και μετενόησεν ο λαός περί Βενιαμίν, διότι ο Κύριος έκαμε χαλασμόν εν ταις φυλαίς Ισραήλ.
16 καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας ὅτι ἠφανίσθη ἀπὸ Βενιαμιν γυνή
Τότε είπον οι πρεσβύτεροι της συναγωγής, Τι θέλομεν κάμει διά γυναίκας εις τους λοιπούς; επειδή αι γυναίκες ηφανίσθησαν εκ του Βενιαμίν.
17 καὶ εἶπαν κληρονομία διασῳζομένων τῷ Βενιαμιν καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ Ισραηλ
Και είπον, Πρέπει να μένη η κληρονομία εις τους σωθέντας εκ του Βενιαμίν, διά να μη εξαλειφθή μία φυλή εκ του Ισραήλ·
18 ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν ὅτι ὠμόσαμεν ἐν υἱοῖς Ισραηλ λέγοντες ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμιν
πλην ημείς δεν δυνάμεθα να δώσωμεν εις αυτούς γυναίκας εκ των θυγατέρων ημών· διότι οι υιοί Ισραήλ ώμοσαν, λέγοντες, Επικατάρατος, όστις δώση γυναίκα εις τον Βενιαμίν.
19 καὶ εἶπαν ἰδοὺ δὴ ἑορτὴ κυρίου ἐν Σηλων ἀφ’ ἡμερῶν εἰς ἡμέρας ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθηλ κατ’ ἀνατολὰς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπὸ Βαιθηλ εἰς Συχεμ καὶ ἀπὸ νότου τῆς Λεβωνα
Τότε είπον, Ιδού, κατ' έτος γίνεται εορτή του Κυρίου εν Σηλώ, ήτις είναι προς βορράν της Βαιθήλ, προς ανατολάς της οδού ήτις αναβαίνει από Βαιθήλ εις Συχέμ και προς νότον της Λεβωνά.
20 καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμιν λέγοντες πορεύεσθε ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν
Προσέταξαν λοιπόν εις τους υιούς του Βενιαμίν, λέγοντες, Υπάγετε και ενεδρεύσατε εις τας αμπέλους·
21 καὶ ὄψεσθε καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλων χορεύειν ἐν τοῖς χοροῖς καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλων καὶ πορεύεσθε εἰς γῆν Βενιαμιν
και παρατηρήσατε, και ιδού, εάν αι θυγατέρες της Σηλώ εξέλθωσι να χορεύσωσιν εις τους χορούς, τότε εξέλθετε εκ των αμπέλων και αρπάσατε εις εαυτούς έκαστος την γυναίκα αυτού εκ των θυγατέρων της Σηλώ, και υπάγετε εις την γην του Βενιαμίν·
22 καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς καὶ ἐροῦμεν αὐτοῖς ἔλεος ποιήσατε ἡμῖν αὐτάς ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς ὡς καιρὸς πλημμελήσατε
και όταν οι πατέρες αυτών ή οι αδελφοί αυτών έλθωσιν προς ημάς διά να παραπονεθώσιν, ημείς θέλομεν ειπεί προς αυτούς, Κάμετε εις αυτούς έλεος διά ημάς, επειδή δεν συνελάβομεν εν τω πολέμω γυναίκα δι' έκαστον· σεις δε μη δίδοντες εις αυτούς κατά τον καιρόν τούτον, ηθέλετε είσθαι ένοχοι.
23 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ὧν ἥρπασαν καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς
Και έκαμον ούτως οι υιοί Βενιαμίν, και έλαβον γυναίκας κατά τον αριθμόν αυτών εξ εκείνων αίτινες εχόρευον, αρπάσαντες αυτάς· και ανεχώρησαν και υπέστρεψαν εις την κληρονομίαν αυτών, και έκτισαν τας πόλεις και κατώκησαν εν αυταίς.
24 καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς κληρονομίαν αὐτοῦ
Και ανεχώρησαν εκείθεν κατ' εκείνον τον καιρόν οι υιοί Ισραήλ, έκαστος εις την φυλήν αυτού και εις την συγγένειαν αυτού· και εξήλθον εκείθεν, έκαστος εις την κληρονομίαν αυτού.
25 ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει
Κατ' εκείνας τας ημέρας δεν ήτο βασιλεύς εν τω Ισραήλ· έκαστος έπραττε το αρεστόν εις τους οφθαλμούς αυτού.