< Κριταί 11 >

1 καὶ Ιεφθαε ὁ Γαλααδίτης ἐπηρμένος δυνάμει καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης ἣ ἐγέννησεν τῷ Γαλααδ τὸν Ιεφθαε
Και ο Ιεφθάε ο Γαλααδίτης ήτο δυνατός εν ισχύϊ· και ήτο υιός γυναικός πόρνης, και εγέννησεν ο Γαλαάδ τον Ιεφθάε.
2 καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτῷ υἱούς καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἶπαν αὐτῷ οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ
Και εγέννησεν η γυνή του Γαλαάδ εις αυτόν υιούς· και ηυξήθησαν οι υιοί της γυναικός και απέβαλον τον Ιεφθάε, λέγοντες προς αυτόν, Δεν θέλεις κληρονομήσει εν τω οίκω του πατρός ημών· διότι είσαι υιός γυναικός ξένης.
3 καὶ ἔφυγεν Ιεφθαε ἀπὸ προσώπου ἀδελφῶν αὐτοῦ καὶ ᾤκησεν ἐν γῇ Τωβ καὶ συνεστράφησαν πρὸς Ιεφθαε ἄνδρες κενοὶ καὶ ἐξῆλθον μετ’ αὐτοῦ
Και έφυγεν ο Ιεφθάε από προσώπου των αδελφών αυτού και κατώκησεν εν τη γη Τώβ· και συνήχθησαν εις τον Ιεφθάε άνθρωποι ποταποί και εξήρχοντο μετ' αυτού.
4
Και μετά καιρόν οι υιοί Αμμών επολέμησαν εναντίον του Ισραήλ.
5 καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ λαβεῖν τὸν Ιεφθαε ἀπὸ τῆς γῆς Τωβ
Και ότε επολέμησαν οι υιοί Αμμών εναντίον του Ισραήλ, οι πρεσβύτεροι της Γαλαάδ υπήγαν να παραλάβωσι τον Ιεφθάε εκ της γης Τωβ.
6 καὶ εἶπαν τῷ Ιεφθαε δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἀρχηγόν καὶ παραταξώμεθα πρὸς υἱοὺς Αμμων
Και είπον προς τον Ιεφθάε, Ελθέ και γίνου αρχηγός ημών, διά να πολεμήσωμεν τους υιούς Αμμών.
7 καὶ εἶπεν Ιεφθαε τοῖς πρεσβυτέροις Γαλααδ οὐχὶ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ’ ὑμῶν καὶ διὰ τί ἤλθατε πρός με νῦν ἡνίκα χρῄζετε
Και είπεν ο Ιεφθάε προς τους πρεσβυτέρους της Γαλαάδ, Σεις δεν με εμισήσατε και με απεβάλετε εκ του οίκου του πατρός μου; διά τι λοιπόν ήλθετε τώρα προς εμέ, ότε ευρίσκεσθε εις αμηχανίαν;
8 καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σέ καὶ πορεύσῃ μεθ’ ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς Αμμων καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα πᾶσιν τοῖς οἰκοῦσιν Γαλααδ
Και είπαν οι πρεσβύτεροι της Γαλαάδ προς τον Ιεφθάε, Διά τούτο επεστρέψαμεν τώρα προς σέ· διά να έλθης μεθ' ημών και να πολεμήσης τους υιούς Αμμών και να ήσαι άρχων εφ' ημών, επί πάντων των κατοίκων της Γαλαάδ.
9 καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ἄρχοντα
Και είπεν ο Ιεφθάε προς τους πρεσβυτέρους της Γαλαάδ, Εάν σεις με επαναφέρητε διά να πολεμήσω τους υιούς Αμμών, και ο Κύριος παραδώση αυτούς εις εμέ, εγώ θέλω είσθαι άρχων εφ' υμών;
10 καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμῶν εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν
Και είπαν οι πρεσβύτεροι της Γαλαάδ προς τον Ιεφθάε, Ο Κύριος ας ήναι μάρτυς μεταξύ ημών, εάν δεν κάμωμεν κατά τον λόγον σου.
11 καὶ ἐπορεύθη Ιεφθαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπ’ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν καὶ ἐλάλησεν Ιεφθαε τοὺς λόγους αὐτοῦ πάντας ἐνώπιον κυρίου ἐν Μασσηφα
Τότε υπήγεν ο Ιεφθάε μετά των πρεσβυτέρων της Γαλαάδ, και κατέστησεν αυτόν ο λαός εφ' εαυτού κεφαλήν και άρχοντα· και ελάλησεν ο Ιεφθάε πάντας τους λόγους αυτού ενώπιον του Κυρίου εν Μισπά.
12 καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἦλθες πρός με τοῦ παρατάξασθαι ἐν τῇ γῇ μου
Και απέστειλεν ο Ιεφθάε πρέσβεις προς τον βασιλέα των υιών Αμμών, λέγων, Τι έχεις να κάμης μετ' εμού και ήλθες εναντίον μου να πολεμήσης εν τη γη μου;
13 καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε ὅτι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Αρνων καὶ ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ καὶ πορεύσομαι
Και απεκρίθη ο βασιλεύς των υιών Αμμών προς τους πρέσβεις του Ιεφθάε, Διότι ο Ισραήλ έλαβε την γην μου, ότε ανέβαινεν εξ Αιγύπτου, από Αρνών έως Ιαβόκ και έως του Ιορδάνου· τώρα λοιπόν επίστρεψον αυτά εν ειρήνη.
14 καὶ προσέθηκεν ἔτι Ιεφθαε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων
Και απέστειλε πάλιν ο Ιεφθάε πρέσβεις προς τον βασιλέα των υιών Αμμών·
15 καὶ εἶπεν αὐτῷ οὕτω λέγει Ιεφθαε οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων
και είπε προς αυτόν, Ούτω λέγει ο Ιεφθάε· Ο Ισραήλ δεν έλαβε την γην του Μωάβ ουδέ την γην των υιών Αμμών·
16 ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης Σιφ καὶ ἦλθεν εἰς Καδης
αλλ' αφού ανέβη ο Ισραήλ εξ Αιγύπτου και επορεύθη διά της ερήμου εις την Ερυθράν θάλασσαν και ήλθεν εις Κάδης,
17 καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων παρελεύσομαι δὴ ἐν τῇ γῇ σου καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ καὶ πρὸς βασιλέα Μωαβ ἀπέστειλεν καὶ οὐκ εὐδόκησεν καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης
τότε ο Ισραήλ απέστειλε πρέσβεις προς τον βασιλέα του Εδώμ, λέγων, Ας περάσω, παρακαλώ, διά της γης σου· πλην ο βασιλεύς του Εδώμ δεν εισήκουσεν. Έτι δε και προς τον βασιλέα του Μωάβ απέστειλε· πλην και αυτός δεν συγκατένευσε· και εκάθισεν ο Ισραήλ εν Κάδης.
18 καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωαβ καὶ παρενέβαλον ἐν πέραν Αρνων καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωαβ ὅτι Αρνων ὅριον Μωαβ
Τότε υπήγε διά της ερήμου και περιήλθε την γην του Εδώμ και την γην του Μωάβ και ήλθεν από ανατολών της γης του Μωάβ και εστρατοπέδευσε πέραν του Αρνών, και δεν εισήλθεν εις τα όρια του Μωάβ· διότι ο Αρνών ήτο όριον του Μωάβ.
19 καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα τοῦ Αμορραίου βασιλέα Εσεβων καὶ εἶπεν αὐτῷ Ισραηλ παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου ἡμῶν
Και απέστειλεν ο Ισραήλ πρέσβεις προς τον Σηών βασιλέα των Αμορραίων, βασιλέα της Εσεβών· και είπε προς αυτόν ο Ισραήλ, Ας περάσωμεν, παρακαλούμεν, διά της γης σου έως του τόπου μου.
20 καὶ οὐκ ἐνεπίστευσεν Σηων τῷ Ισραηλ παρελθεῖν ἐν ὁρίῳ αὐτοῦ καὶ συνῆξεν Σηων τὸν πάντα λαὸν αὐτοῦ καὶ παρενέβαλον εἰς Ιασα καὶ παρετάξατο πρὸς Ισραηλ
Αλλ' ο Σηών δεν ενεπιστεύθη εις τον Ισραήλ να περάση διά του ορίου αυτού· όθεν εσύναξεν ο Σηών πάντα τον λαόν αυτού, και εστρατοπέδευσεν εν Ιαασά και επολέμησε τον Ισραήλ.
21 καὶ παρέδωκεν κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ισραηλ καὶ ἐπάταξεν αὐτόν καὶ ἐκληρονόμησεν Ισραηλ τὴν πᾶσαν γῆν τοῦ Αμορραίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην
Και παρέδωκε Κύριος ο Θεός του Ισραήλ τον Σηών και πάντα τον λαόν αυτού εις την χείρα του Ισραήλ, και επάταξεν αυτούς· και ο Ισραήλ εκληρονόμησε πάσαν την γην των Αμορραίων, των κατοίκων της γης εκείνης.
22 ἀπὸ Αρνων καὶ ἕως τοῦ Ιαβοκ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Ιορδάνου
Και εκληρονόμησαν πάντα τα όρια των Αμορραίων, από Αρνών έως Ιαβόκ και από της ερήμου έως του Ιορδάνου.
23 καὶ νῦν κύριος ὁ θεὸς Ισραηλ ἐξῆρεν τὸν Αμορραῖον ἀπὸ προσώπου λαοῦ αὐτοῦ Ισραηλ καὶ σὺ κληρονομήσεις αὐτόν
Και τώρα, αφού Κύριος ο Θεός του Ισραήλ εξεδίωξε τους Αμορραίους απ' έμπροσθεν του λαού αυτού Ισραήλ, συ θέλεις κληρονομήσει αυτούς;
24 οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Χαμως ὁ θεός σου αὐτὰ κληρονομήσεις καὶ τοὺς πάντας οὓς ἐξῆρεν κύριος ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν αὐτοὺς κληρονομήσομεν
συ δεν κληρονομείς ό, τι εκληροδότησεν εις σε Χεμώς ο Θεός σου; και ημείς, πάντα όσα εκληροδότησεν εις ημάς Κύριος ο Θεός ημών, ταύτα θέλομεν κληρονομήσει.
25 καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ Βαλακ υἱὸν Σεπφωρ βασιλέα Μωαβ μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμῶν ἐπολέμησεν αὐτόν
Και τώρα μήπως συ είσαί τι καλήτερος του Βαλάκ υιού του Σεπφώρ βασιλέως του Μωάβ; διεφιλονείκησεν εκείνος διόλου προς τον Ισραήλ ή επολέμησε ποτέ εναντίον αυτού,
26 ἐν τῷ οἰκῆσαι ἐν Εσεβων καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν γῇ Αροηρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη καὶ διὰ τί οὐκ ἐρρύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ
αφού ο Ισραήλ κατώκησεν εις Εσεβών και εις τας κώμας αυτής, και εις Αροήρ και εις τας κώμας αυτής, και εις πάσας τας πόλεις τας πλησίον του Αρνών, τριακόσια έτη; διά τι λοιπόν εν τω διαστήματι τούτω δεν ηλευθερώσατε αυτά;
27 καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιεῖς μετ’ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων
Εγώ λοιπόν δεν έπταισα εις σέ· αλλά συ πράττεις άδικα εις εμέ, πολεμών εναντίον μου. Ο Κύριος ο Κριτής ας κρίνη σήμερον αναμέσον των υιών Ισραήλ και των υιών Αμμών.
28 καὶ οὐκ ἤκουσεν βασιλεὺς υἱῶν Αμμων τῶν λόγων Ιεφθαε ὧν ἀπέστειλεν πρὸς αὐτόν
Αλλά δεν εισήκουσεν ο βασιλεύς των υιών Αμμών εις τους λόγους του Ιεφθάε, τους οποίους έστειλε προς αυτόν.
29 καὶ ἐγένετο ἐπὶ Ιεφθαε πνεῦμα κυρίου καὶ παρῆλθεν τὸν Γαλααδ καὶ τὸν Μανασση καὶ παρῆλθεν τὴν σκοπιὰν Γαλααδ εἰς τὸ πέραν υἱῶν Αμμων
Τότε επήλθεν επί τον Ιεφθάε πνεύμα Κυρίου, και αυτός επέρασε διά της Γαλαάδ και του Μανασσή, και επέρασε διά της Μισπά της Γαλαάδ, και από Μισπά της Γαλαάδ επέρασεν επί τους υιούς Αμμών.
30 καὶ ηὔξατο Ιεφθαε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν ἐὰν διδοὺς δῷς τοὺς υἱοὺς Αμμων ἐν τῇ χειρί μου
Και ευχήθη ο Ιεφθάε ευχήν προς τον Κύριον, και είπεν, Εάν τωόντι παραδώσης τους υιούς Αμμών εις την χείρα μου,
31 καὶ ἔσται ὁ ἐκπορευόμενος ὃς ἐὰν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνῃ ἀπὸ υἱῶν Αμμων καὶ ἔσται τῷ κυρίῳ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα
τότε ό, τι εξέλθη εκ των θυρών του οίκου μου εις συνάντησίν μου, όταν επιστρέφω εν ειρήνη από των υιών Αμμών, θέλει είσθαι του Κυρίου, και θέλω προσφέρει αυτό εις ολοκαύτωμα.
32 καὶ παρῆλθεν Ιεφθαε πρὸς υἱοὺς Αμμων παρατάξασθαι πρὸς αὐτούς καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ
Τότε διέβη ο Ιεφθάε προς τους υιούς Αμμών διά να πολεμήση αυτούς· και παρέδωκεν αυτούς ο Κύριος εις την χείρα αυτού.
33 καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ ἕως ἐλθεῖν ἄχρις Αρνων ἐν ἀριθμῷ εἴκοσι πόλεις καὶ ἕως Εβελχαρμιν πληγὴν μεγάλην σφόδρα καὶ συνεστάλησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ
Και επάταξεν αυτούς, από Αροήρ έως της εισόδου Μινίθ, είκοσι πόλεις, και έως της πεδιάδος των αμπελώνων, εν σφαγή μεγάλη σφόδρα. Και εταπεινώθησαν οι υιοί Αμμών έμπροσθεν των υιών Ισραήλ.
34 καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς καὶ ἦν αὕτη μονογενής οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ
Και ήλθεν ο Ιεφθάε εις Μισπά προς τον οίκον αυτού· και ιδού, η θυγάτηρ αυτού εξήρχετο εις συνάντησιν αυτού μετά τυμπάνων και χορών· και αύτη ήτο μονογενής· εκτός αυτής δεν είχεν ούτε υιόν ούτε θυγατέρα.
35 καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν ἆ ἆ θυγάτηρ μου ταραχῇ ἐτάραξάς με καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς κύριον καὶ οὐ δυνήσομαι ἐπιστρέψαι
Και ως είδεν αυτήν, διέσχισε τα ιμάτια αυτού και είπεν, Οίμοι θυγάτηρ μου· όλως κατελύπησάς με, και συ είσαι εκ των καταθλιβόντων με· διότι εγώ ήνοιξα το στόμα μου προς τον Κύριον, και δεν δύναμαι να λάβω οπίσω τον λόγον μου.
36 ἡ δὲ εἶπεν πρὸς αὐτόν πάτερ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου ἐν τῷ ποιῆσαί σοι κύριον ἐκδίκησιν ἀπὸ τῶν ἐχθρῶν σου ἀπὸ υἱῶν Αμμων
Εκείνη δε είπε προς αυτόν, Πάτερ μου, εάν ήνοιξας το στόμα σου προς τον Κύριον, κάμε εις εμέ κατ' εκείνο το οποίον εξήλθεν εκ του στόματός σου· αφού ο Κύριος έκαμεν εκδίκησιν εις σε από των εχθρών σου, από των υιών Αμμών.
37 καὶ ἥδε εἶπεν πρὸς τὸν πατέρα αὐτῆς ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον τοῦτον ἔασόν με δύο μῆνας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου
Και είπε προς τον πατέρα αυτής, Ας γείνη εις εμέ το πράγμα τούτο· άφες με δύο μήνας, διά να υπάγω να περιέλθω τα όρη και να κλαύσω την παρθενίαν μου, εγώ και αι σύντροφοί μου.
38 καὶ εἶπεν πορεύου καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη
Ο δε είπεν, Υπαγε· και απέστειλεν αυτήν διά δύο μήνας, και υπήγεν αυτή μετά των συντρόφων αυτής και έκλαυσε την παρθενίαν αυτής επί τα όρη.
39 καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ισραηλ
Και εις το τέλος των δύο μηνών επέστρεψε προς τον πατέρα αυτής· και έκαμεν εις αυτήν κατά την ευχήν αυτού την οποίαν ευχήθη· και αυτή δεν εγνώρισεν άνδρα. Και έγεινεν έθος εις τον Ισραήλ,
40 ἀπὸ ἡμερῶν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες Ισραηλ θρηνεῖν τὴν θυγατέρα Ιεφθαε Γαλααδ ἐπὶ τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ
να υπάγωσιν αι θυγατέρες του Ισραήλ από χρόνου εις χρόνον, να θρηνώσι την θυγατέρα του Ιεφθάε του Γαλααδίτου, τέσσαρας ημέρας κατ' έτος.

< Κριταί 11 >