< Ἰησοῦς Nαυῆ 1 >

1 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ εἶπεν κύριος τῷ Ἰησοῖ υἱῷ Ναυη τῷ ὑπουργῷ Μωυσῆ λέγων
上主的僕人梅瑟死了以後,上主對農的兒子,梅瑟的待從若蘇厄說:
2 Μωυσῆς ὁ θεράπων μου τετελεύτηκεν νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ιορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι αὐτοῖς
「我的的僕人梅瑟死了,你現在起來,和全體百姓萵約旦河,往我賜給他們,即以色列子民的地方去。
3 πᾶς ὁ τόπος ἐφ’ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν ὑμῖν δώσω αὐτόν ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ
凡你們的腳踏過的地方,照我對梅瑟說的,我必賜給你們;
4 τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης ἀφ’ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν
從曠野直到黎巴嫩,由大河,即幼發拉的河,赫特人的全境,直到大海日落之地,都是你們的領土。
5 οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ οὕτως ἔσομαι καὶ μετὰ σοῦ καὶ οὐκ ἐγκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε
你有生之日,沒有人能抵抗你;過去我怎樣和梅瑟同在,也要怎樣和你同在,決不捨棄你。
6 ἴσχυε καὶ ἀνδρίζου σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς
你應勇敢果斷,因為你必須使這百姓,佔領我曾向他們祖先起誓賜給他們作產業的地方。
7 ἴσχυε οὖν καὶ ἀνδρίζου φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου καὶ οὐκ ἐκκλινεῖς ἀπ’ αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς
你只須勇敢,堅決果斷,不偏左右,謹守奉行我僕人梅瑟所吩咐你們的一切訓示,好使你無往不利。
8 καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτός ἵνα συνῇς ποιεῖν πάντα τὰ γεγραμμένα τότε εὐοδωθήσῃ καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις
這部法律書總不要離開你的口,你要日夜默想,好叫你能謹守奉行其中所記載的一切;這樣,你必能順利,必能成功。
9 ἰδοὺ ἐντέταλμαί σοι ἴσχυε καὶ ἀνδρίζου μὴ δειλιάσῃς μηδὲ φοβηθῇς ὅτι μετὰ σοῦ κύριος ὁ θεός σου εἰς πάντα οὗ ἐὰν πορεύῃ
我不是吩咐了你,你應勇敢果斷嗎﹖所以你不要害怕,也不要膽怯,因為你無論到那裏,上主你的的天主必與你同在。」
10 καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμματεῦσιν τοῦ λαοῦ λέγων
以後若蘇厄向百姓的官長下令說:
11 εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ καὶ ἐντείλασθε τῷ λαῷ λέγοντες ἑτοιμάζεσθε ἐπισιτισμόν ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην τοῦτον εἰσελθόντες κατασχεῖν τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν
「應走遍全營,吩咐百姓說:你們應準備食物,因為還有三天,就要過這約旦河,去佔領上主你的的天主賜與你的作產業的土地。
12 καὶ τῷ Ρουβην καὶ τῷ Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση εἶπεν Ἰησοῦς
若蘇厄又對勒烏本人、加得人和默納協半支派的人說:
13 μνήσθητε τὸ ῥῆμα κυρίου ὃ ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς κυρίου λέγων κύριος ὁ θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην
「你們應記起上主的僕人梅瑟吩咐你的的事。他說過:上主你的的天主將這地賜給你們,使你們獲得安居,
14 αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ ᾗ ἔδωκεν ὑμῖν ὑμεῖς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τῶν ἀδελφῶν ὑμῶν πᾶς ὁ ἰσχύων καὶ συμμαχήσετε αὐτοῖς
你們的婦孺和牲畜,可留在梅瑟在約旦河東賜你的的地方;但你們中所有的英勇戰士,都應武裝起來,在你們弟兄前過河,協助他們,
15 ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς καὶ κληρονομήσωσιν καὶ οὗτοι τὴν γῆν ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ ἣν δέδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ Ιορδάνου ἀπ’ ἀνατολῶν ἡλίου
到直上主使你們的弟兄,像你們一樣,佔領了上主你們的天主,賜給他們作為產業的地方,即上主的僕人梅瑟在約旦河東,日出之地,賜予你們的地方。
16 καὶ ἀποκριθέντες τῷ Ἰησοῖ εἶπαν πάντα ὅσα ἂν ἐντείλῃ ἡμῖν ποιήσομεν καὶ εἰς πάντα τόπον οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς πορευσόμεθα
他們回答若蘇厄說:「凡你命令我們的,我們必都照辦;凡你派我們去的地方,我們一定去。
17 κατὰ πάντα ὅσα ἠκούσαμεν Μωυσῆ ἀκουσόμεθα σοῦ πλὴν ἔστω κύριος ὁ θεὸς ἡμῶν μετὰ σοῦ ὃν τρόπον ἦν μετὰ Μωυσῆ
我們在一切事上怎樣服從了梅瑟,也怎樣服從你;惟願上主你的的天主與你同在,如同與梅瑟同在一樣。
18 ὁ δὲ ἄνθρωπος ὃς ἐὰν ἀπειθήσῃ σοι καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου καθότι ἂν αὐτῷ ἐντείλῃ ἀποθανέτω ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου
無論誰違背你的命令,不服從你吩咐他的一切訓示,必處死刑。但你應該勇敢果斷。」

< Ἰησοῦς Nαυῆ 1 >