< Ἰησοῦς Nαυῆ 9 >

1 ὡς δ’ ἤκουσαν οἱ βασιλεῖς τῶν Αμορραίων οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Ευαῖοι καὶ οἱ Αμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ιεβουσαῖοι
Και ότε ήκουσαν πάντες οι βασιλείς, οι εντεύθεν του Ιορδάνου, οι εν τη ορεινή και οι εν τη πεδινή και οι εν πάσι τοις παραλίοις της θαλάσσης της μεγάλης, έως κατέναντι του Λιβάνου, οι Χετταίοι και οι Αμορραίοι, οι Χαναναίοι, οι Φερεζαίοι, οι Ευαίοι και οι Ιεβουσαίοι,
2 συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ισραηλ
συνήχθησαν πάντες ομού, διά να πολεμήσωσι τον Ιησούν και τον Ισραήλ.
3 καὶ οἱ κατοικοῦντες Γαβαων ἤκουσαν πάντα ὅσα ἐποίησεν κύριος τῇ Ιεριχω καὶ τῇ Γαι
Οι δε κάτοικοι της Γαβαών ήκουσαν ό, τι έκαμεν ο Ιησούς εις την Ιεριχώ και εις την Γαί,
4 καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους
και έπραξαν και ούτοι μετά πανουργίας, και υπήγον και ητοιμάσθησαν με εφόδια, και έλαβον σάκκους παλαιούς επί των όνων αυτών και ασκούς οίνου παλαιούς και κατεσχισμένους και δεδεμένους,
5 καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος
και εις τους πόδας αυτών υποδήματα παλαιά και εμβαλωμένα, και ιμάτια παλαιά εφ' εαυτών· και όλος ο άρτος του εφοδιασμού αυτών ήτο ξηρός και κατατεθρυμμένος.
6 καὶ ἤλθοσαν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα καὶ εἶπαν πρὸς Ἰησοῦν καὶ Ισραηλ ἐκ γῆς μακρόθεν ἥκαμεν καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην
Και ήλθον προς τον Ιησούν εις το στρατόπεδον εις Γάλγαλα, και είπον προς αυτόν και προς τους άνδρας του Ισραήλ, Από γης μακράς ήλθομεν· τώρα λοιπόν κάμετε συνθήκην προς ημάς.
7 καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς τὸν Χορραῖον ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς καὶ πῶς σοι διαθῶμαι διαθήκην
Και είπον οι άνδρες του Ισραήλ προς τους Ευαίους τούτους, Σεις κατοικείτε ίσως εν τω μέσω ημών, και πως θέλομεν κάμει συνθήκην προς εσάς;
8 καὶ εἶπαν πρὸς Ἰησοῦν οἰκέται σού ἐσμεν καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε
Οι δε είπον προς τον Ιησούν, Δούλοί σου είμεθα. Είπε δε προς αυτούς ο Ιησούς, Ποίοι είσθε; και πόθεν έρχεσθε;
9 καὶ εἶπαν ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι κυρίου τοῦ θεοῦ σου ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ
Και είπον προς αυτόν, Από πολύ μακράς γης ήλθον οι δούλοί σου διά το όνομα Κυρίου του Θεού σου· διότι ηκούσαμεν την φήμην αυτού και πάντα όσα έκαμεν εν Αιγύπτω,
10 καὶ ὅσα ἐποίησεν τοῖς βασιλεῦσιν τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου τῷ Σηων βασιλεῖ Εσεβων καὶ τῷ Ωγ βασιλεῖ τῆς Βασαν ὃς κατῴκει ἐν Ασταρωθ καὶ ἐν Εδραϊν
και πάντα όσα έκαμεν εις τους δύο βασιλείς των Αμορραίων, τους πέραν του Ιορδάνου, εις τον Σηών βασιλέα της Εσεβών, και εις τον Ωγ βασιλέα της Βασάν, τον εν Ασταρώθ·
11 καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς οἰκέται σού ἐσμεν καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην
διά τούτο είπον προς ημάς οι πρεσβύτεροι ημών και πάντες οι κάτοικοι της γης ημών, λέγοντες, Λάβετε εις εαυτούς εφόδια διά την οδόν, και υπάγετε εις συνάντησιν αυτών και είπατε προς αυτούς, δούλοί σας είμεθα· τώρα λοιπόν κάμετε συνθήκην προς ημάς·
12 οὗτοι οἱ ἄρτοι θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασιν βεβρωμένοι
τον άρτον ημών τούτον ζεστόν ελάβομεν εκ των οικιών ημών, καθ' ην ημέραν εξήλθομεν διά να έλθωμεν προς εσάς· και τώρα, ιδού, είναι ξηρός και κατατεθρυμμένος·
13 καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου οὓς ἐπλήσαμεν καινούς καὶ οὗτοι ἐρρώγασιν καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα
και ούτοι οι ασκοί του οίνου, τους οποίους εγεμίσαμεν νέους, και ιδού, είναι κατεσχισμένοι· και τα ιμάτια ημών ταύτα και τα υποδήματα ημών επαλαιώθησαν διά την πολύ μακράν οδόν.
14 καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ κύριον οὐκ ἐπηρώτησαν
Και εδέχθησαν τους άνδρας εξ αιτίας των εφοδίων αυτών, και δεν ηρώτησαν τον Κύριον.
15 καὶ ἐποίησεν Ἰησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθετο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς
Και έκαμεν ο Ιησούς ειρήνην προς αυτούς και έκαμε συνθήκην προς αυτούς, να φυλάξη την ζωήν αυτών· και οι άρχοντες της συναγωγής ώμοσαν προς αυτούς.
16 καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσιν καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσιν
Και μετά τρεις ημέρας, αφού έκαμον συνθήκην προς αυτούς, ήκουσαν ότι ήσαν γείτονες αυτών και κατώκουν μεταξύ αυτών.
17 καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν αἱ δὲ πόλεις αὐτῶν Γαβαων καὶ Κεφιρα καὶ Βηρωθ καὶ πόλις Ιαριν
Και σηκωθέντες οι υιοί Ισραήλ υπήγον εις τας πόλεις αυτών την τρίτην ημέραν· αι δε πόλεις αυτών ήσαν Γαβαών και Χεφειρά και Βηρώθ και Κιριάθ-ιαρείμ.
18 καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ισραηλ ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ισραηλ καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσιν
Και δεν επάταξαν αυτούς οι υιοί Ισραήλ, διότι οι άρχοντες της συναγωγής είχον ομόσει προς αυτούς τον Κύριον τον Θεόν του Ισραήλ. Και εγόγγυζε πάσα η συναγωγή κατά των αρχόντων.
19 καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ ἡμεῖς ὠμόσαμεν αὐτοῖς κύριον τὸν θεὸν Ισραηλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν
Πάντες όμως οι άρχοντες είπον προς πάσαν την συναγωγήν, Ημείς ώμόσαμεν προς αυτούς τον Κύριον τον Θεόν του Ισραήλ· τώρα λοιπόν δεν δυνάμεθα να εγγίσωμεν αυτούς·
20 τοῦτο ποιήσομεν ζωγρῆσαι αὐτούς καὶ περιποιησόμεθα αὐτούς καὶ οὐκ ἔσται καθ’ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον ὃν ὠμόσαμεν αὐτοῖς
τούτο θέλομεν κάμει εις αυτούς· θέλομεν φυλάξει την ζωήν αυτών, διά να μη ήναι οργή Θεού εφ' ημάς, διά τον όρκον τον οποίον ώμόσαμεν προς αυτούς.
21 ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες
Και οι άρχοντες είπον προς αυτούς, Ας ζώσι· πλην ας ήναι ξυλοκόποι και υδροφόροι εις πάσαν συναγωγήν· καθώς οι άρχοντες υπεσχέθησαν προς αυτούς.
22 καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς καὶ εἶπεν αὐτοῖς διὰ τί παρελογίσασθέ με λέγοντες μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν
Και συνεκάλεσεν αυτούς ο Ιησούς και είπε προς αυτούς, λέγων, Διά τι ηπατήσατε ημάς λέγοντες, πολύ μακράν είμεθα από σας, ενώ σεις κατοικείτε μεταξύ ημών;
23 καὶ νῦν ἐπικατάρατοί ἐστε οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος ἐμοὶ καὶ τῷ θεῷ μου
τώρα λοιπόν επικατάρατοι είσθε, και δεν θέλει λείψει από σας δούλος και ξυλοκόπος και υδροφόρος εις τον οίκον του Θεού μου.
24 καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ λέγοντες ἀνηγγέλη ἡμῖν ὅσα συνέταξεν κύριος ὁ θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολεθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ’ αὐτῆς ἀπὸ προσώπου ὑμῶν καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο
Και απεκρίθησαν προς τον Ιησούν λέγοντες, Επειδή οι δούλοί σου έμαθον μετά πληροφορίας όσα Κύριος ο Θεός σου διέταξεν εις τον δούλον αυτού Μωϋσήν, να δώση εις εσάς πάσαν την γην και να εξολοθρεύση έμπροσθέν σας πάντας τους κατοίκους της γης, διά τούτο εφοβήθημεν από σας σφόδρα διά την ζωήν ημών και εκάμομεν το πράγμα τούτο·
25 καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν ποιήσατε ἡμῖν
και τώρα, ιδού, εις τας χείρας σου είμεθα· ό, τι σοι φανή καλόν και αρεστόν να κάμης εις ημάς, κάμε.
26 καὶ ἐποίησαν αὐτοῖς οὕτως καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ισραηλ καὶ οὐκ ἀνεῖλον αὐτούς
Και έκαμεν ούτως εις αυτούς, και ηλευθέρωσεν αυτούς εκ της χειρός των υιών Ισραήλ, και δεν εφόνευσαν αυτούς.
27 καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαων ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος
Και την ημέραν εκείνην έκαμεν αυτούς ο Ιησούς ξυλοκόπους και υδροφόρους μέχρι τούδε, εις την συναγωγήν και εις το θυσιαστήριον του Κυρίου, εις τον τόπον όντινα εκλέξη.

< Ἰησοῦς Nαυῆ 9 >