< Ἰησοῦς Nαυῆ 3 >
1 καὶ ὤρθρισεν Ἰησοῦς τὸ πρωί καὶ ἀπῆραν ἐκ Σαττιν καὶ ἤλθοσαν ἕως τοῦ Ιορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι
I usta Isus ujutru rano, i kretoše se od Sitima i doðoše do Jordana on i svi sinovi Izrailjevi, i noæiše ondje a ne prijeðoše.
2 καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς
A poslije tri dana proðoše upravitelji kroz oko,
3 καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου τοῦ θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν ἀπαρεῖτε ἀπὸ τῶν τόπων ὑμῶν καὶ πορεύεσθε ὀπίσω αὐτῆς
I zapovjediše narodu govoreæi: kad vidite kovèeg zavjeta Gospoda Boga svojega i sveštenike Levite gdje ga nose, poðite i vi s mjesta svojega i idite za njim.
4 ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις στήσεσθε μὴ προσεγγίσητε αὐτῇ ἵν’ ἐπίστησθε τὴν ὁδόν ἣν πορεύεσθε αὐτήν οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ’ ἐχθὲς καὶ τρίτης ἡμέρας
Ali neka bude daljina izmeðu vas i njega do dvije tisuæe lakata; bliže do njega ne primièite se, da biste poznali put kojim æete iæi, jer još nikada nijeste išli tijem putem.
5 καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ ἁγνίσασθε εἰς αὔριον ὅτι αὔριον ποιήσει ἐν ὑμῖν κύριος θαυμαστά
I Isus reèe narodu: osveštajte se, jer æe sjutra uèiniti Gospod èudesa meðu vama.
6 καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ
Potom reèe Isus sveštenicima govoreæi: uzmite kovèeg zavjetni, i idite pred narodom. I uzeše kovèeg zavjetni i poðoše pred narodom.
7 καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ισραηλ ἵνα γνῶσιν καθότι ἤμην μετὰ Μωυσῆ οὕτως ἔσομαι καὶ μετὰ σοῦ
A Gospod reèe Isusu: danas te poèinjem uzvišavati pred svijem Izrailjem da poznadu da æu i s tobom biti kao što sam bio s Mojsijem.
8 καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης λέγων ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ιορδάνου καὶ ἐν τῷ Ιορδάνῃ στήσεσθε
Zato ti zapovjedi sveštenicima koji nose kovèeg zavjetni, i reci: kad doðete na kraj vode Jordana, stanite u Jordanu.
9 καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ἡμῶν
I reèe Isus sinovima Izrailjevim: pristupite ovamo, i èujte rijeèi Gospoda Boga svojega.
10 ἐν τούτῳ γνώσεσθε ὅτι θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Ιεβουσαῖον
Potom reèe Isus: po ovom æete poznati da je Bog živi posred vas, i da æe doista odagnati ispred vas Hananeje i Heteje i Jeveje i Ferezeje i Gergeseje i Amoreje i Jevuseje:
11 ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ιορδάνην
Evo, kovèeg zavjeta Gospoda svoj zemlji poæi æe pred vama preko Jordana.
12 προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν Ισραηλ ἕνα ἀφ’ ἑκάστης φυλῆς
Zato sada izberite dvanaest ljudi iz plemena Izrailjeva, po jednoga èovjeka iz svakoga plemena.
13 καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ιορδάνου τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκλείψει τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται
I èim sveštenici noseæi kovèeg zavjeta Gospoda Gospoda svoj zemlji stanu nogama svojim u vodi Jordanskoj, voda æe se u Jordanu rastupiti, te æe voda koja teèe ozgo stati u gomilu.
14 καὶ ἀπῆρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ιορδάνην οἱ δὲ ἱερεῖς ἤροσαν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πρότεροι τοῦ λαοῦ
I kad se podiže narod iz šatora svojih da prijeðe preko Jordana, i sveštenici ponesoše kovèeg zavjetni pred narodom,
15 ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ιορδάνου ὁ δὲ Ιορδάνης ἐπλήρου καθ’ ὅλην τὴν κρηπῖδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν
I kad oni što nošahu kovèeg doðoše do Jordana, i sveštenici noseæi kovèeg okvasiše noge svoje na kraju vode jer je Jordan pun preko bregova svojih za cijelo vrijeme žetve
16 καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαριμ τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Αραβα θάλασσαν ἁλός ἕως εἰς τὸ τέλος ἐξέλιπεν καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω
Ustavi se voda što tecijaše ozgo, i stade u jednu gomilu vrlo nadaleko, od grada Adama, koji je kraj Zaretana; a što tecijaše dolje u more kraj polja, more slano, oteèe sasvijem; i narod prelažaše prema Jerihonu.
17 καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ιορδάνου καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρᾶς ἕως συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην
A sveštenici koji nošahu kovèeg zavjeta Gospodnjega stajahu na suhu usred Jordana tvrdo, i sav Izrailj iðaše po suhu, dokle sav narod ne prijeðe preko Jordana.