< Ἰησοῦς Nαυῆ 21 >
1 καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευι πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυη καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν Ισραηλ
Και προσήλθον οι αρχηγοί των πατριών των Λευϊτών προς Ελεάζαρ τον ιερέα και προς Ιησούν τον υιόν του Ναυή και προς τους αρχηγούς των πατριών των φυλών των υιών Ισραήλ,
2 καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλω ἐν γῇ Χανααν λέγοντες ἐνετείλατο κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν
και είπον προς αυτούς εν Σηλώ εν τη γη Χαναάν λέγοντες, Ο Κύριος προσέταξε διά του Μωϋσέως να δοθώσιν εις ημάς πόλεις να κατοικώμεν, και τα περίχωρα αυτών διά τα κτήνη ημών.
3 καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν
Και έδωκαν οι υιοί Ισραήλ εις τους Λευΐτας εκ της κληρονομίας αυτών, κατά τον λόγον του Κυρίου, τας πόλεις ταύτας και τα περίχωρα αυτών.
4 καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Κααθ καὶ ἐγένετο τοῖς υἱοῖς Ααρων τοῖς ἱερεῦσιν τοῖς Λευίταις ἀπὸ φυλῆς Ιουδα καὶ ἀπὸ φυλῆς Συμεων καὶ ἀπὸ φυλῆς Βενιαμιν κληρωτὶ πόλεις δέκα τρεῖς
Και εξήλθεν ο κλήρος εις τας συγγενείας των Κααθιτών· και οι υιοί Ααρών του ιερέως, οι εκ των Λευϊτών, έλαβον διά κλήρον εκ της φυλής Ιούδα και εκ της φυλής Συμεών, και εκ της φυλής Βενιαμίν δεκατρείς πόλεις.
5 καὶ τοῖς υἱοῖς Κααθ τοῖς καταλελειμμένοις ἐκ τῆς φυλῆς Εφραιμ καὶ ἐκ τῆς φυλῆς Δαν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση κληρωτὶ πόλεις δέκα
Οι δε υιοί Καάθ οι επίλοιποι έλαβον διά κλήρον εκ των συγγενειών της φυλής Εφραΐμ και εκ της φυλής Δαν και εκ του ημίσεως της φυλής Μανασσή, δέκα πόλεις.
6 καὶ τοῖς υἱοῖς Γεδσων ἀπὸ τῆς φυλῆς Ισσαχαρ καὶ ἀπὸ τῆς φυλῆς Ασηρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν τῷ Βασαν πόλεις δέκα τρεῖς
Και οι υιοί Γηρσών έλαβον διά κλήρου εκ των συγγενειών της φυλής Ισσάχαρ και εκ της φυλής Ασήρ και εκ της φυλής Νεφθαλί και εκ του ημίσεως της φυλής Μανασσή εν Βασάν, δεκατρείς πόλεις.
7 καὶ τοῖς υἱοῖς Μεραρι κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ρουβην καὶ ἀπὸ φυλῆς Γαδ καὶ ἀπὸ φυλῆς Ζαβουλων κληρωτὶ πόλεις δώδεκα
Οι υιοί Μεραρί κατά τας συγγενείας αυτών έλαβον εκ της φυλής Ρουβήν και εκ της φυλής Γαδ και εκ της φυλής Ζαβουλών, δώδεκα πόλεις.
8 καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ κληρωτί
Και έδωκαν οι υιοί Ισραήλ διά κλήρου εις τους Λευΐτας τας πόλεις ταύτας και τα περίχωρα αυτών, καθώς ο Κύριος προσέταξε διά του Μωϋσέως.
9 καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν Ιουδα καὶ ἡ φυλὴ υἱῶν Συμεων καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμιν τὰς πόλεις καὶ ἐπεκλήθησαν
Και έδωκαν εκ της φυλής των υιών Ιούδα και εκ της φυλής των υιών Συμεών τας πόλεις ταύτας, αίτινες αναφέρονται ενταύθα κατ' όνομα·
10 τοῖς υἱοῖς Ααρων ἀπὸ τοῦ δήμου τοῦ Κααθ τῶν υἱῶν Λευι ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος
και έλαβον αυτάς οι υιοί του Ααρών, οι εκ των συγγενειών των Κααθιτών, οι εκ των υιών του Λευΐ· διότι τούτων ήτο ο πρώτος κλήρος.
11 καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβοκ μητρόπολιν τῶν Ενακ αὕτη ἐστὶν Χεβρων ἐν τῷ ὄρει Ιουδα τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς
Και έδωκαν εις αυτούς την πόλιν του Αρβά πατρός του Ανάκ, ήτις είναι η Χεβρών, εν τη ορεινή του Ιούδα, και τα περίχωρα αυτής κύκλω.
12 καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χαλεβ υἱοῦ Ιεφοννη ἐν κατασχέσει
Τους δε αγρούς της πόλεως και τας κώμας αυτής έδωκαν εις Χάλεβ τον υιόν του Ιεφοννή, εις ιδιοκτησίαν αυτού.
13 καὶ τοῖς υἱοῖς Ααρων τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι τὴν Χεβρων καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν Λεμνα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ
Και έδωκαν εις τους υιούς Ααρών του ιερέως την πόλιν του καταφυγίου διά τον φονέα, την Χεβρών και τα περίχωρα αυτής, και την Λιβνά και τα περίχωρα αυτής,
14 καὶ τὴν Αιλωμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Τεμα καὶ τὰ ἀφωρισμένα αὐτῇ
και την Ιαθείρ και τα περίχωρα αυτής, και την Εσθεμωά και τα περίχωρα αυτής,
15 καὶ τὴν Γελλα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαβιρ καὶ τὰ ἀφωρισμένα αὐτῇ
και την Ωλών και τα περίχωρα αυτής, και την Δεβείρ και τα περίχωρα αυτής,
16 καὶ Ασα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανυ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμυς καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων
και την Αείν και τα περίχωρα αυτής, και την Ιουτά και τα περίχωρα αυτής, την Βαιθ-σεμές και τα περίχωρα αυτής· πόλεις εννέα εκ των δύο τούτων φυλών·
17 καὶ παρὰ τῆς φυλῆς Βενιαμιν τὴν Γαβαων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαθεθ καὶ τὰ ἀφωρισμένα αὐτῇ
και εκ της φυλής Βενιαμίν, την Γαβαών και τα περίχωρα αυτής, την Γαβαά και τα περίχωρα αυτής,
18 καὶ Αναθωθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
την Αναθώθ και τα περίχωρα αυτής, και την Αλμών και τα περίχωρα αυτής· πόλεις τέσσαρας.
19 πᾶσαι αἱ πόλεις υἱῶν Ααρων τῶν ἱερέων δέκα τρεῖς
Πάσαι αι πόλεις των υιών του Ααρών των ιερέων, πόλεις δεκατρείς και τα περίχωρα αυτών.
20 καὶ τοῖς δήμοις υἱοῖς Κααθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Κααθ καὶ ἐγενήθη πόλις τῶν ὁρίων αὐτῶν ἀπὸ φυλῆς Εφραιμ
Και αι συγγένειαι των υιών του Καάθ των Λευϊτών, των επιλοίπων εκ των υιών Καάθ, έλαβον τας πόλεις του κλήρου αυτών εκ της φυλής του Εφραΐμ.
21 καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος τὴν Συχεμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ
Και έδωκαν εις αυτούς την πόλιν του καταφυγίου διά τον φονέα, την Συχέμ και τα περίχωρα αυτής εν τω όρει Εφραΐμ, και την Γεζέρ και τα περίχωρα αυτής,
22 καὶ τὴν Καβσαϊμ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ καὶ τὴν ἄνω Βαιθωρων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
και την Κιβσαείμ και τα περίχωρα αυτής, και την Βαιθ-ωρών και τα περίχωρα αυτής· πόλεις τέσσαρας·
23 καὶ ἐκ τῆς φυλῆς Δαν τὴν Ελκωθαιμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθεδαν καὶ τὰ ἀφωρισμένα αὐτῇ
και εκ της φυλής Δαν, την Ελθεκώ και τα περίχωρα αυτής, την Γιββεθών και τα περίχωρα αυτής,
24 καὶ Αιλων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γεθερεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
την Αιαλών και τα περίχωρα αυτής, την Γαθ-ριμμών και τα περίχωρα αυτής· πόλεις τέσσαρας·
25 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση τὴν Ταναχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ιεβαθα καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις δύο
και εκ του ημίσεως της φυλής του Μανασσή, την Θαανάχ και τα περίχωρα αυτής, και την Γαθ-ριμμών και τα περίχωρα αυτής· πόλεις δύο.
26 πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν Κααθ τοῖς ὑπολελειμμένοις
Πάσαι αι πόλεις ήσαν δέκα, και τα περίχωρα αυτών, διά τας συγγενείας των επιλοίπων υιών του Καάθ.
27 καὶ τοῖς υἱοῖς Γεδσων τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασση τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι τὴν Γαυλων ἐν τῇ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Βοσοραν καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις δύο
Εις δε τους υιούς Γηρσών, εκ των συγγενειών των Λευϊτών, έδωκαν εκ του άλλου ημίσεως της φυλής Μανασσή, την πόλιν του καταφυγίου διά τον φονέα, την Γωλάν εν Βασάν και τα περίχωρα αυτής, και την Βεεσθερά και τα περίχωρα αυτής· πόλεις δύο·
28 καὶ ἐκ τῆς φυλῆς Ισσαχαρ τὴν Κισων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Δεββα καὶ τὰ ἀφωρισμένα αὐτῇ
και εκ της φυλής Ισσάχαρ, την Κισιών και τα περίχωρα αυτής, την Δαβράθ και τα περίχωρα αυτής,
29 καὶ τὴν Ρεμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
την Ιαρμούθ και τα περίχωρα αυτής, την Εν-γαννίμ και τα περίχωρα αυτής· πόλεις τέσσαρας·
30 καὶ ἐκ τῆς φυλῆς Ασηρ τὴν Βασελλαν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Δαββων καὶ τὰ ἀφωρισμένα αὐτῇ
και εκ της φυλής Ασήρ, την Μισαάλ και τα περίχωρα αυτής, την Αβδών και τα περίχωρα αυτής,
31 καὶ Χελκατ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Ρααβ καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
την Χελκάθ και τα περίχωρα αυτής, και την Ρεώβ και τα περίχωρα αυτής· πόλεις τέσσαρας·
32 καὶ ἐκ τῆς φυλῆς Νεφθαλι τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι τὴν Καδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Εμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Θεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τρεῖς
και εκ της φυλής Νεφθαλί, την πόλιν του καταφυγίου διά τον φονέα, την Κέδες εν τη Γαλιλαία και τα περίχωρα αυτής, και την Αμμώθ-δωρ και τα περίχωρα αυτής, και την Καρθάν και τα περίχωρα αυτής· πόλεις τρεις.
33 πᾶσαι αἱ πόλεις τοῦ Γεδσων κατὰ δήμους αὐτῶν πόλεις δέκα τρεῖς
Πάσαι αι πόλεις των Γηρσωνιτών, κατά τας συγγενείας αυτών, ήσαν πόλεις δεκατρείς και τα περίχωρα αυτών.
34 καὶ τῷ δήμῳ υἱῶν Μεραρι τοῖς Λευίταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς υἱῶν Ζαβουλων τὴν Μααν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καδης καὶ τὰ περισπόρια αὐτῆς
Εις δε τας συγγενείας των υιών Μεραρί, των επιλοίπων εκ των Λευϊτών, έδωκαν εκ της φυλής Ζαβουλών, την Ιοκνεάμ και τα περίχωρα αυτής, την Καρθά και τα περίχωρα αυτής,
35 καὶ Δεμνα καὶ τὰ περισπόρια αὐτῆς καὶ Σελλα καὶ τὰ περισπόρια αὐτῆς πόλεις τέσσαρες
την Διμνά και τα περίχωρα αυτής, την Νααλώλ και τα περίχωρα αυτής· πόλεις τέσσαρας·
36 καὶ πέραν τοῦ Ιορδάνου τοῦ κατὰ Ιεριχω ἐκ τῆς φυλῆς Ρουβην τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος τὴν Βοσορ ἐν τῇ ἐρήμῳ τῇ Μισωρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς
και εκ της φυλής Ρουβήν έδωκαν την Βοσόρ και τα περίχωρα αυτής, και την Ιααζά και τα περίχωρα αυτής,
37 καὶ τὴν Δεκμων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαφα καὶ τὰ περισπόρια αὐτῆς πόλεις τέσσαρες
την Κεδημώθ και τα περίχωρα αυτής, και την Μηφαάθ και τα περίχωρα αυτής· πόλεις τέσσαρας·
38 καὶ ἀπὸ τῆς φυλῆς Γαδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος τὴν Ραμωθ ἐν τῇ Γαλααδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καμιν καὶ τὰ περισπόρια αὐτῆς
και εκ της φυλής Γαδ έδωκαν την πόλιν του καταφυγίου διά τον φονέα, την Ραμώθ εν Γαλαάδ και τα περίχωρα αυτής, και την Μαχαναΐμ και τα περίχωρα αυτής,
39 καὶ τὴν Εσεβων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς αἱ πᾶσαι πόλεις τέσσαρες
την Εσεβών και τα περίχωρα αυτής, την Ιαζήρ και τα περίχωρα αυτής· πάσαι αι πόλεις τέσσαρες.
40 πᾶσαι πόλεις τοῖς υἱοῖς Μεραρι κατὰ δήμους αὐτῶν τῶν καταλελειμμένων ἀπὸ τῆς φυλῆς Λευι καὶ ἐγενήθη τὰ ὅρια πόλεις δέκα δύο
πάσαι αι πόλεις αι δοθείσαι διά κλήρων εις τους υιούς Μεραρί, κατά τας συγγενείας αυτών, τους υπολοίπους εκ των συγγενειών των Λευϊτών, ήσαν πόλεις δώδεκα.
41 πᾶσαι αἱ πόλεις τῶν Λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν Ισραηλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτῶν
Πάσαι αι πόλεις των Λευϊτών, αι μεταξύ της ιδιοκτησίας των υιών Ισραήλ, ήσαν τεσσαράκοντα οκτώ πόλεις και τα περίχωρα αυτών.
42 κύκλῳ τῶν πόλεων τούτων πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις
Αι πόλεις αύται ήσαν εκάστη μετά των περιχώρων αυτών κύκλω· ούτως ήσαν πάσαι αι πόλεις αύται.
43 καὶ ἔδωκεν κύριος τῷ Ισραηλ πᾶσαν τὴν γῆν ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν αὐτῶν καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ
Και έδωκεν ο Κύριος εις τον Ισραήλ πάσαν την γην, την οποίαν ώμοσε να δώση προς τους πατέρας αυτών· και εκυρίευσαν αυτήν και κατώκησαν εν αυτή.
44 καὶ κατέπαυσεν αὐτοὺς κύριος κυκλόθεν καθότι ὤμοσεν τοῖς πατράσιν αὐτῶν οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκεν κύριος εἰς τὰς χεῖρας αὐτῶν
Και έδωκεν ο Κύριος εις αυτούς ανάπαυσιν πανταχόθεν, κατά πάντα όσα ώμοσε προς τους πατέρας αυτών· και ουδείς εκ πάντων των εχθρών αυτών ηδυνήθη να σταθή κατά πρόσωπον αυτών· πάντας τους εχθρούς αυτών παρέδωκεν ο Κύριος εις την χείρα αυτών.
45 οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν ὧν ἐλάλησεν κύριος τοῖς υἱοῖς Ισραηλ πάντα παρεγένετο
Δεν διέπεσεν ουδέ εις εκ πάντων των αγαθών λόγων, τους οποίους ο Κύριος ελάλησε προς τον οίκον Ισραήλ· πάντες εξετελέσθησαν.