< Ἰησοῦς Nαυῆ 19 >
1 καὶ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεων καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρων υἱῶν Ιουδα
And then came forth the second lot for Simeon, for the tribe of the children of Simeon according to their families; and their inheritance was within the inheritance of the children of Judah.
2 καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεε καὶ Σαμαα καὶ Κωλαδαμ
And they obtained in their inheritance Beer-sheba', [or] Sheba', and Moladah,
3 καὶ Αρσωλα καὶ Βωλα καὶ Ασομ
And Chazar-shu'al, and Balah, and 'Ezem,
4 καὶ Ελθουλα καὶ Βουλα καὶ Ερμα
And Eltolad, and Bethul, and Chormah,
5 καὶ Σικελακ καὶ Βαιθμαχερεβ καὶ Σαρσουσιν
And Ziklag, and Beth-hamarcaboth, and Chazar-sussah,
6 καὶ Βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτῶν πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν
And Beth-lebaoth, and Sharuchen: thirteen cities and their villages.
7 Ερεμμων καὶ Θαλχα καὶ Εθερ καὶ Ασαν πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν
'Ayin, Rimmon, and 'Ether, and 'Ashan; four cities and their villages.
8 κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶν
And all the villages that were round about these cities up to Ba'alath-beer, South Ramah. This is the inheritance of the tribe of the children of Simeon according to their families.
9 ἀπὸ τοῦ κλήρου Ιουδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεων ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν Ιουδα μείζων τῆς αὐτῶν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσῳ τοῦ κλήρου αὐτῶν
Out of the portion of the children of Judah was the inheritance of the children of Simeon; for the portion of the children of Judah was too much for them; therefore the children of Simeon obtained their inheritance within their inheritance.
10 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλων κατὰ δήμους αὐτῶν ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν Εσεδεκ
And then came up the third lot for the children of Zebulun according to their families; and the boundary of their inheritance extended up to Sarid;
11 Γωλα ὅρια αὐτῶν ἡ θάλασσα καὶ Μαραγελλα καὶ συνάψει ἐπὶ Βαιθαραβα εἰς τὴν φάραγγα ἥ ἐστιν κατὰ πρόσωπον Ιεκμαν
And their boundary went up toward the sea, and Mar'alah, and touched on Dabbesheth, and touched on the brook that is before Yokne'am;
12 καὶ ἀνέστρεψεν ἀπὸ Σεδδουκ ἐξ ἐναντίας ἀπ’ ἀνατολῶν Βαιθσαμυς ἐπὶ τὰ ὅρια Χασελωθαιθ καὶ διελεύσεται ἐπὶ Δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαι
And turned from Sarid eastward toward the rising of the sun unto the border of Kisloth-tabor, and then went out to Daberath, and went up to Yaphia';
13 καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ’ ἀνατολὰς ἐπὶ Γεβερε ἐπὶ πόλιν Κατασεμ καὶ διελεύσεται ἐπὶ Ρεμμωνα Αμαθαρ Αοζα
And from there it passed on in front to the east unto Gath-Chepher, to 'Eth-kazin, and went out to Rimmon, whence it extended to Ne'ah;
14 καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ Αμωθ καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαηλ
And this boundary turned about on the north side to Channathon; and its terminations were in the valley of Yiph-thach-el;
15 καὶ Καταναθ καὶ Ναβααλ καὶ Συμοων καὶ Ιεριχω καὶ Βαιθμαν
And Kattath, and Nahallal, and Shimron, and Yidalah, and Beth-lechem: twelve cities with their villages.
16 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ζαβουλων κατὰ δήμους αὐτῶν πόλεις καὶ αἱ κῶμαι αὐτῶν
This is the inheritance of the children of Zebulun according to their families, these cities with their villages.
17 καὶ τῷ Ισσαχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος
For Issachar came out the fourth lot, for the children of Issachar according to their families.
18 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ιαζηλ καὶ Χασαλωθ καὶ Σουναν
And their boundary went to Yizre'el, and Kessulloth, and Shunem,
19 καὶ Αγιν καὶ Σιωνα καὶ Ρεηρωθ καὶ Αναχερεθ
And Chapharayim, and Shion, and Anacharath,
20 καὶ Δαβιρων καὶ Κισων καὶ Ρεβες
And Rabbith, and Kishyon, and Abez,
21 καὶ Ρεμμας καὶ Ιεων καὶ Τομμαν καὶ Αιμαρεκ καὶ Βηρσαφης
And Remeth, and 'En-gannim, and 'En-chaddah, and Beth-pazazz;
22 καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβωρ καὶ ἐπὶ Σαλιμ κατὰ θάλασσαν καὶ Βαιθσαμυς καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ Ιορδάνης
And the boundary touched on Tabor, and Shachazimah, and Beth-shemesh; and the terminations of their boundaries were at the Jordan: sixteen cities with their villages.
23 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ισσαχαρ κατὰ δήμους αὐτῶν αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν
This is the inheritance of the tribe of the children of Issachar according to their families, the cities and their villages.
24 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ασηρ
And then came out the fifth lot for the tribe of the children of Asher according to their families.
25 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ἐξ Ελεκεθ καὶ Αλεφ καὶ Βαιθοκ καὶ Κεαφ
And their boundary was Chelkath, and Chali, and Beten, and Achshaph,
26 καὶ Ελιμελεκ καὶ Αμιηλ καὶ Μαασα καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιων καὶ Λαβαναθ
And Allammelech, and 'Am'ad, and Mishal; and it touched on Carmel at the sea, and on Shichor-libnath;
27 καὶ ἐπιστρέψει ἀπ’ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τῷ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρᾶν καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Χωβα μασομελ
And it turned toward the rising of the sun to Beth-dagon, and touched on Zebulun, and on the valley of Yiphthach-el at the north, on Beth-ha'emek, and Ne'iel, and went out to Cabul on the left,
28 καὶ Ελβων καὶ Ρααβ καὶ Εμεμαων καὶ Κανθαν ἕως Σιδῶνος τῆς μεγάλης
And 'Ebron, and Rechob, and Chammon, and Kanah, up to Zidon the great city,
29 καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πηγῆς Μασφασσατ καὶ τῶν Τυρίων καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ιασιφ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ἀπὸ Λεβ καὶ Εχοζοβ
And then the boundary turned back to Ramah, and to the city of Mibzar-zor; and then the boundary turned back to Chossah; and the terminations were by the sea in the district toward Achzib;
30 καὶ Αρχωβ καὶ Αφεκ καὶ Ρααυ
And 'Ummah and Aphek, and Rechob: twenty and two cities with their villages.
31 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ασηρ κατὰ δήμους αὐτῶν πόλεις καὶ αἱ κῶμαι αὐτῶν
This is the inheritance of the tribe of the children of Asher according to their families, these cities with their villages.
32 καὶ τῷ Νεφθαλι ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος
Unto the children of Naphtali came out the sixth lot, for the children of Naphtali according to their families.
33 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολαμ καὶ Μωλα καὶ Βεσεμιιν καὶ Αρμε καὶ Ναβωκ καὶ Ιεφθαμαι ἕως Δωδαμ καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ὁ Ιορδάνης
And their boundary was from Cheleph, from Allon-beza-'anannim, and Adami-hanekeb, and Yabneel, as far as Lakkum; and its terminations were at the Jordan;
34 καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν ιακανα καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν καὶ ὁ Ιορδάνης ἀπ’ ἀνατολῶν ἡλίου
And then the boundary turned westward to Aznoth-tabor, and went out from there to Chukkok, and touched on Zebulun on the south, and touched on Asher on the west, and on Judah upon the Jordan toward the rising of the sun.
35 καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων Τύρος καὶ Ωμαθα Δακεθ καὶ Κενερεθ
And fortified cities, Ziddim, Zer, and Chammath, Rakkath, and Kinnereth,
36 καὶ Αρμαιθ καὶ Αραηλ καὶ Ασωρ
And Adamah, and Ramah, and Chazor,
37 καὶ Καδες καὶ Ασσαρι καὶ πηγὴ Ασορ
And Kedesh, and Edre'i, and 'En-chazor,
38 καὶ Κερωε καὶ Μεγαλα Αριμ καὶ Βαιθθαμε καὶ Θεσσαμυς
And Yiron, and Migdal-el, Chorem, and Beth-'anath, and Beth-shemesh: nineteen cities with their villages.
39 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλι
This is the inheritance of the tribe of the children of Naphtali according to their families, the cities and their villages.
40 καὶ τῷ Δαν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος
For the tribe of the children of Dan according to their families came out of the seventh lot.
41 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαραθ καὶ Ασα πόλεις Σαμμαυς
And the boundary of their inheritance was Zor'ah, and Eshtaol, and 'Ir-shemesh,
42 καὶ Σαλαβιν καὶ Αμμων καὶ Σιλαθα
And Sha'alabbin, and Ayalon, and Yithlah,
43 καὶ Αιλων καὶ Θαμναθα καὶ Ακκαρων
And Elon, and Thimnathah, and 'Ekron,
44 καὶ Αλκαθα καὶ Βεγεθων καὶ Γεβεελαν
And Eltekeh, and Gibbethon, and Ba'alath,
45 καὶ Αζωρ καὶ Βαναιβακατ καὶ Γεθρεμμων
And Yehud, and Bene-berak, and Gathrimmon.
46 καὶ ἀπὸ θαλάσσης Ιερακων ὅριον πλησίον Ιόππης
And Me-hayarkon, and Rakkon, with the boundary before Yapho.
47 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δαν κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δαν τὸν Αμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει καὶ οὐκ εἴων αὐτοὺς οἱ Αμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ’ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν
And the territory of the children of Dan went out beyond these; for the children of Dan went up and fought against Leshem, and captured it, and smote it with the edge of the sword, and took possession of it, and dwelt therein, and they called Leshem, Dan, after the name of Dan their father.
48 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ιουδα καὶ ἐπολέμησαν τὴν Λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδακ καὶ ὁ Αμορραῖος ὑπέμεινεν τοῦ κατοικεῖν ἐν Ελωμ καὶ ἐν Σαλαμιν καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Εφραιμ ἐπ’ αὐτούς καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον
This is the inheritance of the tribe of the children of Dan according to their families, these cities with their villages.
49 καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ κλῆρον Ἰησοῖ τῷ υἱῷ Ναυη ἐν αὐτοῖς
And they made an end of dividing the land for inheritance after its boundaries; and the children of Israel gave an inheritance to Joshua the son of Nun among them;
50 διὰ προστάγματος τοῦ θεοῦ καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο Θαμνασαραχ ἥ ἐστιν ἐν τῷ ὄρει Εφραιμ καὶ ᾠκοδόμησεν τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇ
By the order of the Lord did they give him the city which he had asked, Timnathserach on the mountain of Ephraim: and he built the city, and dwelt therein.
51 αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ισραηλ κατὰ κλήρους ἐν Σηλω ἐναντίον κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν
These are the inheritances, which Elazar the priest, and Joshua the son of Nun, and the heads of the divisions of the tribes of the children of Israel, divided for an inheritance by lot, at Shiloh before the Lord, at the door of the tabernacle of the congregation. So they made an end of dividing the country.