< Ἰησοῦς Nαυῆ 18 >

1 καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς Σηλω καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἡ γῆ ἐκρατήθη ὑπ’ αὐτῶν
Συνηθροίσθη δε πάσα η συναγωγή των υιών Ισραήλ εν Σηλώ, και έστησαν εκεί την σκηνήν του μαρτυρίου· και υπετάχθη η γη εις αυτούς.
2 καὶ κατελείφθησαν οἱ υἱοὶ Ισραηλ οἳ οὐκ ἐκληρονόμησαν ἑπτὰ φυλαί
Και έμενον μεταξύ των υιών Ισραήλ επτά φυλαί, αίτινες δεν είχον λάβει την κληρονομίαν αυτών.
3 καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν ἣν ἔδωκεν κύριος ὁ θεὸς ἡμῶν
Και είπεν ο Ιησούς προς τους υιούς Ισραήλ, Έως πότε θέλετε μένει νωθροί εις το να υπάγητε να κυριεύσητε την γην, την οποίαν Κύριος ο Θεός των πατέρων σας έδωκεν εις εσάς;
4 δότε ἐξ ὑμῶν τρεῖς ἄνδρας ἐκ φυλῆς καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου καθὰ δεήσει διελεῖν αὐτήν καὶ ἤλθοσαν πρὸς αὐτόν
εκλέξατε εις εαυτούς τρεις άνδρας κατά φυλήν· και θέλω αποστείλει αυτούς, και σηκωθέντες θέλουσι περιέλθει την γην και διαγράψει αυτήν κατά τας κληρονομίας αυτών, και θέλουσιν επιστρέψει προς εμέ·
5 καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας Ιουδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός καὶ οἱ υἱοὶ Ιωσηφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ
και θέλουσι διαιρέσει αυτήν εις επτά μερίδια· ο Ιούδας θέλει κατοικεί εν τοις ορίοις αυτού προς μεσημβρίαν, και ο οίκος Ιωσήφ θέλουσι κατοικεί εν τοις ορίοις αυτών προς βορράν·
6 ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε πρός με ὧδε καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν
θέλετε λοιπόν διαγράψει την γην εις επτά μέρη, και θέλετε φέρει εδώ προς εμέ την διαγραφήν, και εγώ θέλω εκβάλει κλήρους διά σας ενταύθα ενώπιον Κυρίου του Θεού ημών·
7 οὐ γάρ ἐστιν μερὶς τοῖς υἱοῖς Λευι ἐν ὑμῖν ἱερατεία γὰρ κυρίου μερὶς αὐτοῦ καὶ Γαδ καὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ιορδάνου ἐπ’ ἀνατολάς ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς κυρίου
διότι οι Λευΐται δεν έχουσι μερίδιον μεταξύ σας· διότι η ιερατεία του Κυρίου είναι η κληρονομία αυτών· και ο Γαδ και ο Ρουβήν και το ήμισυ της φυλής Μανασσή έλαβον την κληρονομίαν αυτών πέραν του Ιορδάνου προς ανατολάς, την οποίαν Μωϋσής ο δούλος του Κυρίου έδωκεν εις αυτούς.
8 καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσιν τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου ἐν Σηλω
Και σηκωθέντες οι άνδρες απήλθον· και προσέταξεν ο Ιησούς τους απελθόντας διά να διαγράψωσι την γην, λέγων, Υπάγετε και περιέλθετε την γην και διαγράψατε αυτήν και επιστρέψατε προς εμέ, και εγώ θέλω εκβάλει κλήρους διά σας ενταύθα ενώπιον του Κυρίου εν Σηλώ.
9 καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις αὐτῆς ἑπτὰ μερίδας εἰς βιβλίον καὶ ἤνεγκαν πρὸς Ἰησοῦν
Και υπήγαν οι άνδρες και περιήλθον την γην και διέγραψαν αυτήν εν βιβλίω κατά πόλεις εις μερίδια επτά, και ήλθον προς τον Ιησούν εις το στρατόπεδον εις Σηλώ.
10 καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλω ἔναντι κυρίου
Και έρριψεν ο Ιησούς κλήρους δι' αυτούς εν Σηλώ ενώπιον του Κυρίου· και διεμοίρασεν ο Ιησούς εκεί την γην εις τους υιούς Ισραήλ κατά τους μερισμούς αυτών.
11 καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμιν πρῶτος κατὰ δήμους αὐτῶν καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ιωσηφ
Και εξήλθεν ο κλήρος της φυλής των υιών Βενιαμίν κατά τας συγγενείας αυτών, και έπεσε το όριον της κληρονομίας αυτών μεταξύ των υιών Ιούδα και των υιών Ιωσήφ.
12 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ ἀπὸ τοῦ Ιορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ιεριχω ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαδβαρῖτις Βαιθων
Και ήτο το όριον αυτών προς βορράν από του Ιορδάνου, και ανέβαινε το όριον προς το πλάγιον της Ιεριχώ κατά βορράν, και ανέβαινε διά των ορέων προς δυσμάς, και ετελείονεν εις την έρημον Βαιθ-αυέν.
13 καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζα ἐπὶ νώτου Λουζα ἀπὸ λιβός αὕτη ἐστὶν Βαιθηλ καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορεχ ἐπὶ τὴν ὀρεινήν ἥ ἐστιν πρὸς λίβα Βαιθωρων ἡ κάτω
Και εκείθεν διέβαινε το όριον προς την Λούζ, κατά το μεσημβρινόν πλάγιον της Λούζ, ήτις είναι η Βαιθήλ· και κατέβαινε το όριον εις την Αταρώθ-αδδάρ, εις το όρος το προς μεσημβρίαν της κάτω αιθ-ωρών.
14 καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρων λίβα καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβααλ αὕτη ἐστὶν Καριαθιαριν πόλις υἱῶν Ιουδα τοῦτό ἐστιν τὸ μέρος τὸ πρὸς θάλασσαν
Και το όριον εξετείνετο εκείθεν, και περιήρχετο το δυτικόν μέρος προς μεσημβρίαν, από του όρους του απέναντι της Βαιθ-ωρών κατά μεσημβρίαν· και ετελείονεν εις την Κιριάθ-βαάλ, ήτις είναι η Κιριάθ-ιαρείμ, πόλις των υιών Ιούδα· τούτο ήτο το δυτικόν μέρος.
15 καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβααλ καὶ διελεύσεται ὅρια εἰς Γασιν ἐπὶ πηγὴν ὕδατος Ναφθω
Και το μεσημβρινόν μέρος ήτο από του άκρον της Κιριάθ-ιαρείμ, και διέβαινε το όριον προς δυσμάς, και εξήρχετο εις το φρέαρ των υδάτων του Νεφθωά·
16 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους ὅ ἐστιν κατὰ πρόσωπον νάπης Ονναμ ὅ ἐστιν ἐκ μέρους Εμεκραφαϊν ἀπὸ βορρᾶ καὶ καταβήσεται Γαιεννα ἐπὶ νώτου Ιεβουσαι ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγηλ
και κατέβαινε το όριον εις το τέλος του όρους του κατέναντι της φάραγγος του υιού του Εννόμ, ήτις είναι εν τη κοιλάδι των Ραφαείμ προς βορράν, και κατέβαινε διά της φάραγγος του Εννόμ εις το μεσημβρινόν πλάγιον της Ιεβούς, και κατέβαινεν εις Εν-ρωγήλ·
17 καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμυς καὶ παρελεύσεται ἐπὶ Γαλιλωθ ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιθαμιν καὶ καταβήσεται ἐπὶ λίθον Βαιων υἱῶν Ρουβην
και εκτεινόμενον από βορράν διέβαινεν εις Εν-σεμές και εξήρχετο εις Γαλιλώθ, ήτις είναι κατέναντι της αναβάσεως του Αδουμμίμ, και κατέβαινεν εις τον λίθον του Βοάν υιού του Ρουβήν,
18 καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβα ἀπὸ βορρᾶ καὶ καταβήσεται
και διέβαινε προς το βόρειον πλάγιον το κατέναντι της Αραβά και κατέβαινεν εις Αραβά·
19 ἐπὶ τὰ ὅρια ἐπὶ νώτου Βαιθαγλα ἀπὸ βορρᾶ καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ιορδάνου ἀπὸ λιβός ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός
και διέβαινε το όριον προς το βόρειον πλάγιον της αιθ-ογλά· και ετελείονε το όριον εις τον βόρειον κόλπον της θαλάσσης της αλμυράς, εις την εκβολήν του Ιορδάνου κατά μεσημβρίαν· τούτο ήτο το μεσημβρινόν όριον.
20 καὶ ὁ Ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν αὕτη ἡ κληρονομία υἱῶν Βενιαμιν τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους
Ο δε Ιορδάνης ήτο το προς ανατολάς όριον αυτού. Αύτη ήτο κατά το όριον αυτής κύκλω, η κληρονομία των υιών Βενιαμίν κατά τας συγγενείας αυτών.
21 καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν Ιεριχω καὶ Βαιθεγλιω καὶ Αμεκασις
Αι δε πόλεις της φυλής των υιών Βενιαμίν κατά τας συγγενείας αυτών ήσαν Ιεριχώ, και Βαιθ-ογλά, και Εμέκ-κεσείς,
22 καὶ Βαιθαβαρα καὶ Σαρα καὶ Βησανα
και Βαιθ-αραβά, και Σεμαραΐμ, και Βαιθήλ,
23 καὶ Αιιν καὶ Φαρα καὶ Εφραθα
και Αυείμ, και Φαρά, και Οφρά,
24 καὶ Καραφα καὶ Κεφιρα καὶ Μονι καὶ Γαβαα πόλεις δέκα δύο καὶ αἱ κῶμαι αὐτῶν
και Χεφάρ-αμμωνά, και Οφνεί, και Γαβαά, πόλεις δώδεκα, και αι κώμαι αυτών·
25 Γαβαων καὶ Ραμα καὶ Βεηρωθα
Γαβαών, και Ραμά, και Βηρώθ,
26 καὶ Μασσημα καὶ Μιρων καὶ Αμωκη
και Μισπά, και Χεφειρά, και Μωσά,
27 καὶ Φιρα καὶ Καφαν καὶ Νακαν καὶ Σεληκαν καὶ Θαρεηλα
και Ρεκέμ, και Ιορφαήλ, και Θαραλά,
28 καὶ Ιεβους αὕτη ἐστὶν Ιερουσαλημ καὶ πόλεις καὶ Γαβαωθιαριμ πόλεις τρεῖς καὶ δέκα καὶ αἱ κῶμαι αὐτῶν αὕτη ἡ κληρονομία υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν
και Σηλά, Ελέφ, και Ιεβούς, ήτις είναι η Ιερουσαλήμ, Γαβαάθ, και Κιριάθ, πόλεις δεκατέσσαρες, και αι κώμαι αυτών. Αύτη είναι η κληρονομία των υιών Βενιαμίν κατά τας συγγενείας αυτών.

< Ἰησοῦς Nαυῆ 18 >