< Ἰησοῦς Nαυῆ 10 >

1 ὡς δὲ ἤκουσεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαι καὶ ἐξωλέθρευσεν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς οὕτως ἐποίησαν τὴν Γαι καὶ τὸν βασιλέα αὐτῆς καὶ ὅτι αὐτομόλησαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν καὶ πρὸς Ισραηλ
耶路撒冷王亚多尼·洗德听见约书亚夺了艾城,尽行毁灭,怎样待耶利哥和耶利哥的王,也照样待艾城和艾城的王,又听见基遍的居民与以色列人立了和约,住在他们中间,
2 καὶ ἐφοβήθησαν ἐν αὐτοῖς σφόδρα ᾔδει γὰρ ὅτι μεγάλη πόλις Γαβαων ὡσεὶ μία τῶν μητροπόλεων καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί
就甚惧怕;因为基遍是一座大城,如都城一般,比艾城更大,并且城内的人都是勇士。
3 καὶ ἀπέστειλεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ πρὸς Αιλαμ βασιλέα Χεβρων καὶ πρὸς Φιδων βασιλέα Ιεριμουθ καὶ πρὸς Ιεφθα βασιλέα Λαχις καὶ πρὸς Δαβιρ βασιλέα Οδολλαμ λέγων
所以耶路撒冷王亚多尼·洗德打发人去见希伯 王何咸、耶末王毗兰、拉吉王雅非亚,和伊矶伦王底璧,说:
4 δεῦτε ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι καὶ ἐκπολεμήσωμεν Γαβαων αὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ισραηλ
“求你们上来帮助我,我们好攻打基遍,因为他们与约书亚和以色列人立了和约。”
5 καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ιεβουσαίων βασιλεὺς Ιερουσαλημ καὶ βασιλεὺς Χεβρων καὶ βασιλεὺς Ιεριμουθ καὶ βασιλεὺς Λαχις καὶ βασιλεὺς Οδολλαμ αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν καὶ περιεκάθισαν τὴν Γαβαων καὶ ἐξεπολιόρκουν αὐτήν
于是五个亚摩利王,就是耶路撒冷王、希伯 王、耶末王、拉吉王、伊矶伦王,大家聚集,率领他们的众军上去,对着基遍安营,攻打基遍。
6 καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα λέγοντες μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ ἐξελοῦ ἡμᾶς καὶ βοήθησον ἡμῖν ὅτι συνηγμένοι εἰσὶν ἐφ’ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Αμορραίων οἱ κατοικοῦντες τὴν ὀρεινήν
基遍人就打发人往吉甲的营中去见约书亚,说:“你不要袖手不顾你的仆人,求你速速上来拯救我们,帮助我们,因为住山地亚摩利人的诸王都聚集攻击我们。”
7 καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγαλων αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ’ αὐτοῦ πᾶς δυνατὸς ἐν ἰσχύι
于是约书亚和他一切兵丁,并大能的勇士,都从吉甲上去。
8 καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν μὴ φοβηθῇς αὐτούς εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐθεὶς ἐνώπιον ὑμῶν
耶和华对约书亚说:“不要怕他们;因为我已将他们交在你手里,他们无一人能在你面前站立得住。”
9 καὶ ἐπιπαρεγένετο ἐπ’ αὐτοὺς Ἰησοῦς ἄφνω ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγαλων
约书亚就终夜从吉甲上去,猛然临到他们那里。
10 καὶ ἐξέστησεν αὐτοὺς κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ καὶ συνέτριψεν αὐτοὺς κύριος σύντριψιν μεγάλην ἐν Γαβαων καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ωρωνιν καὶ κατέκοπτον αὐτοὺς ἕως Αζηκα καὶ ἕως Μακηδα
耶和华使他们在以色列人面前溃乱。约书亚在基遍大大地杀败他们,追赶他们,在伯·和 的上坡路击杀他们,直到亚西加和玛基大。
11 ἐν τῷ δὲ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ ἐπὶ τῆς καταβάσεως Ωρωνιν καὶ κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Αζηκα καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ισραηλ μαχαίρᾳ ἐν τῷ πολέμῳ
他们在以色列人面前逃跑,正在伯·和 下坡的时候,耶和华从天上降大冰雹在他们身上,直降到亚西加,打死他们。被冰雹打死的,比以色列人用刀杀死的还多。
12 τότε ἐλάλησεν Ἰησοῦς πρὸς κύριον ᾗ ἡμέρᾳ παρέδωκεν ὁ θεὸς τὸν Αμορραῖον ὑποχείριον Ισραηλ ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαων καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ισραηλ καὶ εἶπεν Ἰησοῦς στήτω ὁ ἥλιος κατὰ Γαβαων καὶ ἡ σελήνη κατὰ φάραγγα Αιλων
当耶和华将亚摩利人交付以色列人的日子,约书亚就祷告耶和华,在以色列人眼前说: 日头啊,你要停在基遍; 月亮啊,你要止在亚雅 谷。
13 καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει ἕως ἠμύνατο ὁ θεὸς τοὺς ἐχθροὺς αὐτῶν καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς
于是日头停留,月亮止住, 直等国民向敌人报仇。 这事岂不是写在雅煞珥书上吗?日头在天当中停住,不急速下落,约有一日之久。
14 καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον ὥστε ἐπακοῦσαι θεὸν ἀνθρώπου ὅτι κύριος συνεπολέμησεν τῷ Ισραηλ
在这日以前,这日以后,耶和华听人的祷告,没有像这日的,是因耶和华为以色列争战。
约书亚和以色列众人回到吉甲的营中。
16 καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδα
那五王逃跑,藏在玛基大洞里。
17 καὶ ἀπηγγέλη τῷ Ἰησοῦ λέγοντες εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδα
有人告诉约书亚说:“那五王已经找到了,都藏在玛基大洞里。”
18 καὶ εἶπεν Ἰησοῦς κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ’ αὐτούς
约书亚说:“你们把几块大石头滚到洞口,派人看守,
19 ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν παρέδωκεν γὰρ αὐτοὺς κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν
你们却不可耽延,要追赶你们的仇敌,击杀他们尽后边的人,不容他们进自己的城邑,因为耶和华—你们的 神已经把他们交在你们手里。”
20 καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ισραηλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς
约书亚和以色列人大大杀败他们,直到将他们灭尽;其中剩下的人都进了坚固的城。
21 καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς Ἰησοῦν εἰς Μακηδα ὑγιεῖς καὶ οὐκ ἔγρυξεν οὐθεὶς τῶν υἱῶν Ισραηλ τῇ γλώσσῃ αὐτοῦ
众百姓就安然回玛基大营中,到约书亚那里。没有一人敢向以色列人饶舌。
22 καὶ εἶπεν Ἰησοῦς ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου
约书亚说:“打开洞口,将那五王从洞里带出来,领到我面前。”
23 καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου τὸν βασιλέα Ιερουσαλημ καὶ τὸν βασιλέα Χεβρων καὶ τὸν βασιλέα Ιεριμουθ καὶ τὸν βασιλέα Λαχις καὶ τὸν βασιλέα Οδολλαμ
众人就这样行,将那五王,就是耶路撒冷王、希伯 王、耶末王、拉吉王、伊矶伦王,从洞里带出来,领到约书亚面前。
24 καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς Ἰησοῦν καὶ συνεκάλεσεν Ἰησοῦς πάντα Ισραηλ καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ λέγων αὐτοῖς προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν
带出那五王到约书亚面前的时候,约书亚就召了以色列众人来,对那些和他同去的军长说:“你们近前来,把脚踏在这些王的颈项上。”他们就近前来,把脚踏在这些王的颈项上。
25 καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε ἀνδρίζεσθε καὶ ἰσχύετε ὅτι οὕτως ποιήσει κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς
约书亚对他们说:“你们不要惧怕,也不要惊惶。应当刚强壮胆,因为耶和华必这样待你们所要攻打的一切仇敌。”
26 καὶ ἀπέκτεινεν αὐτοὺς Ἰησοῦς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας
随后约书亚将这五王杀死,挂在五棵树上。他们就在树上直挂到晚上。
27 καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο Ἰησοῦς καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον εἰς ὃ κατεφύγοσαν ἐκεῖ καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας
日头要落的时候,约书亚一吩咐,人就把尸首从树上取下来,丢在他们藏过的洞里,把几块大石头放在洞口,直存到今日。
28 καὶ τὴν Μακηδα ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδεὶς διασεσῳσμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδα ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ιεριχω
当日,约书亚夺了玛基大,用刀击杀城中的人和王;将其中一切人口尽行杀灭,没有留下一个。他待玛基大王,像从前待耶利哥王一样。
29 καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ ἐκ Μακηδα εἰς Λεβνα καὶ ἐπολιόρκει Λεβνα
约书亚和以色列众人从玛基大往立拿去,攻打立拿。
30 καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χεῖρας Ισραηλ καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδὲ εἷς διασεσῳσμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ιεριχω
耶和华将立拿和立拿的王也交在以色列人手里。约书亚攻打这城,用刀击杀了城中的一切人口,没有留下一个。他待立拿王,像从前待耶利哥王一样。
31 καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ ἐκ Λεβνα εἰς Λαχις καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν
约书亚和以色列众人从立拿往拉吉去,对着拉吉安营,攻打这城。
32 καὶ παρέδωκεν κύριος τὴν Λαχις εἰς τὰς χεῖρας Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Λεβνα
耶和华将拉吉交在以色列人的手里。第二天约书亚就夺了拉吉,用刀击杀了城中的一切人口,是照他向立拿一切所行的。
33 τότε ἀνέβη Αιλαμ βασιλεὺς Γαζερ βοηθήσων τῇ Λαχις καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσῳσμένον καὶ διαπεφευγότα
那时基色王荷兰上来帮助拉吉,约书亚就把他和他的民都击杀了,没有留下一个。
34 καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ ἐκ Λαχις εἰς Οδολλαμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκησεν αὐτήν
约书亚和以色列众人从拉吉往伊矶伦去,对着伊矶伦安营,攻打这城。
35 καὶ παρέδωκεν αὐτὴν κύριος ἐν χειρὶ Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν ὃν τρόπον ἐποίησαν τῇ Λαχις
当日就夺了城,用刀击杀了城中的人。那日,约书亚将城中的一切人口尽行杀灭,是照他向拉吉一切所行的。
36 καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ εἰς Χεβρων καὶ περιεκάθισεν αὐτήν
约书亚和以色列众人从伊矶伦上希伯 去,攻打这城,
37 καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ὅσα ἦν ἐν αὐτῇ οὐκ ἦν διασεσῳσμένος ὃν τρόπον ἐποίησαν τὴν Οδολλαμ ἐξωλέθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ
就夺了希伯 和属希伯 的诸城邑,用刀将城中的人与王,并那些城邑中的人口,都击杀了,没有留下一个,是照他向伊矶伦所行的,把城中的一切人口尽行杀灭。
38 καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ισραηλ εἰς Δαβιρ καὶ περικαθίσαντες αὐτὴν
约书亚和以色列众人回到底璧,攻打这城,
39 ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσῳσμένον ὃν τρόπον ἐποίησαν τὴν Χεβρων καὶ τῷ βασιλεῖ αὐτῆς οὕτως ἐποίησαν τῇ Δαβιρ καὶ τῷ βασιλεῖ αὐτῆς
就夺了底璧和属底璧的城邑,又擒获底璧的王,用刀将这些城中的人口尽行杀灭,没有留下一个。他待底璧和底璧王,像从前待希伯 和立拿与立拿王一样。
40 καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναγεβ καὶ τὴν πεδινὴν καὶ τὴν Ασηδωθ καὶ τοὺς βασιλεῖς αὐτῆς οὐ κατέλιπον αὐτῶν σεσῳσμένον καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλέθρευσεν ὃν τρόπον ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ
这样,约书亚击杀全地的人,就是山地、南地、高原、山坡的人,和那些地的诸王,没有留下一个。将凡有气息的尽行杀灭,正如耶和华—以色列的 神所吩咐的。
41 ἀπὸ Καδης Βαρνη ἕως Γάζης πᾶσαν τὴν Γοσομ ἕως τῆς Γαβαων
约书亚从加低斯·巴尼亚攻击到迦萨,又攻击歌珊全地,直到基遍。
42 καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰς ἅπαξ ὅτι κύριος ὁ θεὸς Ισραηλ συνεπολέμει τῷ Ισραηλ
约书亚一时杀败了这些王,并夺了他们的地,因为耶和华—以色列的 神为以色列争战。
于是约书亚和以色列众人回到吉甲的营中。

< Ἰησοῦς Nαυῆ 10 >