< Ἰωνᾶς' 1 >

1 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν τὸν τοῦ Αμαθι λέγων
Και έγεινε λόγος Κυρίου προς Ιωνάν τον υιόν του Αμαθί, λέγων,
2 ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με
Σηκώθητι, ύπαγε εις Νινευή, την πόλιν την μεγάλην, και κήρυξον κατ' αυτής· διότι η ασέβεια αυτών ανέβη ενώπιόν μου.
3 καὶ ἀνέστη Ιωνας τοῦ φυγεῖν εἰς Θαρσις ἐκ προσώπου κυρίου καὶ κατέβη εἰς Ιοππην καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσις καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ’ αὐτῶν εἰς Θαρσις ἐκ προσώπου κυρίου
Και εσηκώθη ο Ιωνάς διά να φύγη εις Θαρσείς από προσώπου Κυρίου και κατέβη εις Ιόππην· και εύρηκε πλοίον πορευόμενον εις Θαρσείς, και έδωκε τον ναύλον αυτού και επέβη εις αυτό, διά να υπάγη μετ' αυτών εις Θαρσείς από προσώπου Κυρίου.
4 καὶ κύριος ἐξήγειρεν πνεῦμα εἰς τὴν θάλασσαν καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ καὶ τὸ πλοῖον ἐκινδύνευεν συντριβῆναι
Αλλ' ο Κύριος εξήγειρεν άνεμον μέγαν επί την θάλασσαν, και έγεινε κλύδων μέγας εν τη θαλάσση και το πλοίον εκινδύνευε να συντριφθή.
5 καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ’ αὐτῶν Ιωνας δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδεν καὶ ἔρρεγχεν
Και εφοβήθησαν οι ναύται και ανεβόησαν έκαστος προς τον θεόν αυτού και έκαμον εκβολήν των εν τω πλοίω σκευών εις την θάλασσαν, διά να ελαφρωθή απ' αυτών· ο δε Ιωνάς κατέβη εις το κοίλωμα του πλοίου και επλαγίασε και εκοιμάτο βαθέως.
6 καὶ προσῆλθεν πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ τί σὺ ῥέγχεις ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου ὅπως διασώσῃ ὁ θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα
Και επλησίασε προς αυτόν ο πλοίαρχος και είπε προς αυτόν, Τι κοιμάσαι συ; σηκώθητι, επικαλού τον Θεόν σου, ίσως ο Θεός μας ενθυμηθή και δεν χαθώμεν.
7 καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν καὶ ἔβαλον κλήρους καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ιωναν
Και είπον έκαστος προς τον πλησίον αυτού, Έλθετε και ας ρίψωμεν κλήρους, διά να γνωρίσωμεν τίνος ένεκεν το κακόν τούτο είναι εφ' ημάς. Και έρριψαν κλήρους και έπεσεν ο κλήρος επί τον Ιωνάν.
8 καὶ εἶπον πρὸς αὐτόν ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν τίς σου ἡ ἐργασία ἐστίν καὶ πόθεν ἔρχῃ καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ
Τότε είπον προς αυτόν, Ειπέ τώρα προς ημάς, τίνος ένεκεν το κακόν τούτο ήλθεν εφ' ημάς; Τι είναι το έργον σου; και πόθεν έρχεσαι; τις ο τόπος σου; και εκ τίνος λαού είσαι;
9 καὶ εἶπεν πρὸς αὐτούς δοῦλος κυρίου ἐγώ εἰμι καὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν ξηράν
Ο δε είπε προς αυτούς, Εγώ είμαι Εβραίος· και σέβομαι Κύριον τον Θεόν του ουρανού, όστις εποίησε την θαλάσσαν και την ξηράν.
10 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν τί τοῦτο ἐποίησας διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου κυρίου ἦν φεύγων ὅτι ἀπήγγειλεν αὐτοῖς
Τότε εφοβήθησαν οι άνθρωποι φόβον μέγαν και είπον προς αυτόν, Τι είναι τούτο, το οποίον έκαμες; διότι εγνώρισαν οι άνθρωποι, ότι έφευγεν από προσώπου Κυρίου, επειδή είχεν αναγγείλει τούτο προς αυτούς.
11 καὶ εἶπαν πρὸς αὐτόν τί σοι ποιήσωμεν καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ἡμῶν ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα
Και είπον προς αυτόν, Τι να σε κάμωμεν, διά να ησυχάση η θάλασσα αφ' ημών; διότι η θάλασσα εκλυδωνίζετο επί το μάλλον.
12 καὶ εἶπεν Ιωνας πρὸς αὐτούς ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ὑμῶν διότι ἔγνωκα ἐγὼ ὅτι δῑ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ’ ὑμᾶς ἐστιν
Και είπε προς αυτούς, Σηκώσατέ με και ρίψατέ με εις την θάλασσαν, και η θάλασσα θέλει ησυχάσει αφ' υμών· διότι εγώ γνωρίζω, ότι εξ αιτίας εμού έγεινεν ο μέγας ούτος κλύδων εφ' υμάς.
13 καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ’ αὐτούς
Οι άνθρωποι όμως εκωπηλάτουν δυνατά διά να επιστρέψωσι προς την ξηράν· αλλά δεν εδύναντο, διότι η θάλασσα εκλυδωνίζετο επί το μάλλον κατ' αυτών.
14 καὶ ἀνεβόησαν πρὸς κύριον καὶ εἶπαν μηδαμῶς κύριε μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου καὶ μὴ δῷς ἐφ’ ἡμᾶς αἷμα δίκαιον ὅτι σύ κύριε ὃν τρόπον ἐβούλου πεποίηκας
Όθεν ανεβόησαν προς τον Κύριον και είπον, Δεόμεθα, Κύριε, δεόμεθα, ας μη χαθώμεν διά την ζωήν του ανθρώπου τούτου και μη επιβάλης εφ' ημάς αίμα αθώον· διότι συ, Κύριε, έκαμες ως ήθελες.
15 καὶ ἔλαβον τὸν Ιωναν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς
Και εσήκωσαν τον Ιωνάν και έρριψαν αυτόν εις την θάλασσαν και η θάλασσα εστάθη από του θυμού αυτής.
16 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον καὶ ἔθυσαν θυσίαν τῷ κυρίῳ καὶ εὔξαντο εὐχάς
Τότε οι άνθρωποι εφοβήθησαν τον Κύριον φόβον μέγαν και προσέφεραν θυσίαν εις τον Κύριον και έκαμον ευχάς.
17 καὶ προσέταξεν κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ιωναν καὶ ἦν Ιωνας ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας
Και διέταξε Κύριος μέγα κήτος να καταπίη τον Ιωνάν. Και ήτο ο Ιωνάς εν τη κοιλία του κήτους τρεις ημέρας και τρεις νύκτας.

< Ἰωνᾶς' 1 >