< Ἰωήλʹ 2 >
1 σαλπίσατε σάλπιγγι ἐν Σιων κηρύξατε ἐν ὄρει ἁγίῳ μου καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν διότι πάρεστιν ἡμέρα κυρίου ὅτι ἐγγύς
Σαλπίσατε σάλπιγγα εν Σιών, και αλαλάξατε εν τω όρει τω αγίω μου· ας τρομάξωσι πάντες οι κατοικούντες την γήν· διότι έρχεται η ημέρα του Κυρίου, διότι είναι εγγύς·
2 ἡμέρα σκότους καὶ γνόφου ἡμέρα νεφέλης καὶ ὁμίχλης ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος καὶ μετ’ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν
ημέρα σκότους και γνόφου, ημέρα νεφέλης και ομίχλης· ως αυγή εξαπλούται επί τα όρη λαός πολύς και ισχυρός· όμοιος αυτού δεν εστάθη απ' αιώνος ουδέ μετ' αυτόν θέλει σταθή πλέον ποτέ εις γενεάς γενεών.
3 τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ ὡς παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον ἀφανισμοῦ καὶ ἀνασῳζόμενος οὐκ ἔσται αὐτῷ
Πυρ κατατρώγει έμπροσθεν αυτού και φλόξ κατακαίει όπισθεν αυτού· η γη είναι ως ο παράδεισος της Εδέμ έμπροσθεν αυτού, και όπισθεν αυτού πεδιάς ηφανισμένη· και βεβαίως δεν θέλει εκφύγει απ' αυτού ουδέν.
4 ὡς ὅρασις ἵππων ἡ ὄψις αὐτῶν καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται
Η θέα αυτών είναι ως θέα ίππων, και ως ιππείς, ούτω θέλουσι τρέχει.
5 ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον
Ως κρότος αμαξών θέλουσι πηδά επί τας κορυφάς των ορέων, ως ήχος φλογός πυρός, ήτις κατατρώγει την καλάμην, ως ισχυρός λαός παρατεταγμένος εις μάχην.
6 ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας
Ενώπιον αυτού οι λαοί θέλουσι κατατρομάξει· πάντα τα πρόσωπα θέλουσιν αποσβολωθή.
7 ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶν
Θέλουσι τρέξει ως μαχηταί, ως άνδρες πολεμισταί θέλουσιν αναβή το τείχος, και θέλουσιν υπάγει έκαστος εις την οδόν αυτού και δεν θέλουσι χαλάσει τας τάξεις αυτών.
8 καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται καὶ οὐ μὴ συντελεσθῶσιν
Και δεν θέλουσι σπρώξει ο εις τον άλλον· θέλουσι περιπατεί έκαστος εις την οδόν αυτού, και πίπτοντες επί τα βέλη δεν θέλουσι πληγωθή.
9 τῆς πόλεως ἐπιλήμψονται καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται
Θέλουσι περιτρέχει εν τη πόλει, θέλουσι δράμει επί το τείχος, θέλουσιν αναβαίνει επί τας οικίας, θέλουσιν εμβαίνει διά των θυρίδων ως κλέπτης.
10 πρὸ προσώπου αὐτῶν συγχυθήσεται ἡ γῆ καὶ σεισθήσεται ὁ οὐρανός ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν καὶ τὰ ἄστρα δύσουσιν τὸ φέγγος αὐτῶν
Η γη θέλει σεισθή έμπροσθεν αυτών, οι ουρανοί θέλουσι τρέμει, ο ήλιος και η σελήνη θέλουσι συσκοτάσει, και τα άστρα θέλουσι σύρει οπίσω το φέγγος αυτών.
11 καὶ κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ ὅτι πολλή ἐστιν σφόδρα ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ διότι μεγάλη ἡ ἡμέρα τοῦ κυρίου μεγάλη καὶ ἐπιφανὴς σφόδρα καὶ τίς ἔσται ἱκανὸς αὐτῇ
Και ο Κύριος θέλει εκπέμψει την φωνήν αυτού έμπροσθεν του στρατεύματος αυτού· διότι το στρατόπεδον αυτού είναι μέγα σφόδρα, διότι ο εκτελών τον λόγον αυτού είναι ισχυρός, διότι η ημέρα του Κυρίου είναι μεγάλη και τρομερά σφόδρα και τις δύναται να υποφέρη αυτήν;
12 καὶ νῦν λέγει κύριος ὁ θεὸς ὑμῶν ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ
Και τώρα διά τούτο, λέγει Κύριος, επιστρέψατε προς εμέ εξ όλης της καρδίας υμών και εν νηστεία και εν κλαυθμώ και εν πένθει.
13 καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράφητε πρὸς κύριον τὸν θεὸν ὑμῶν ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστίν μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις
Και διαρρήξατε την καρδίαν σας και μη τα ιμάτιά σας και επιστρέψατε προς Κύριον τον Θεόν σας· διότι είναι ελεήμων και οικτίρμων, μακρόθυμος και πολυέλεος και μεταμελούμενος διά το κακόν.
14 τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν θυσίαν καὶ σπονδὴν κυρίῳ τῷ θεῷ ἡμῶν
Τις οίδεν, αν θέλη επιστρέψει και μεταμεληθή και αφήσει ευλογίαν κατόπιν αυτού, προσφοράν και σπονδήν εις Κύριον τον Θεόν υμών;
15 σαλπίσατε σάλπιγγι ἐν Σιων ἁγιάσατε νηστείαν κηρύξατε θεραπείαν
Σαλπίσατε σάλπιγγα εν Σιών, αγιάσατε νηστείαν, κηρύξατε σύναξιν επίσημον.
16 συναγάγετε λαόν ἁγιάσατε ἐκκλησίαν ἐκλέξασθε πρεσβυτέρους συναγάγετε νήπια θηλάζοντα μαστούς ἐξελθάτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς
Συναθροίσατε τον λαόν, αγιάσατε την σύναξιν, συνάξατε τους πρεσβυτέρους, συναθροίσατε τα νήπια και τα θηλάζοντα μαστούς· ας εξέλθη ο νυμφίος εκ του κοιτώνος αυτού και η νύμφη εκ του θαλάμου αυτής.
17 ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες κυρίῳ καὶ ἐροῦσιν φεῖσαι κύριε τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσιν ποῦ ἐστιν ὁ θεὸς αὐτῶν
Ας κλαύσωσιν οι ιερείς, οι λειτουργοί του Κυρίου, μεταξύ της στοάς και του θυσιαστηρίου, και ας είπωσι, Φείσαι, Κύριε, του λαού σου και μη δώσης την κληρονομίαν σου εις όνειδος, ώστε να κυριεύσωσιν αυτούς τα έθνη· διά τι να είπωσι μεταξύ των λαών, Που είναι ο Θεός αυτών;
18 καὶ ἐζήλωσεν κύριος τὴν γῆν αὐτοῦ καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ
Και ο Κύριος θέλει ζηλοτυπήσει διά την γην αυτού και θέλει φεισθή του λαού αυτού.
19 καὶ ἀπεκρίθη κύριος καὶ εἶπεν τῷ λαῷ αὐτοῦ ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον καὶ ἐμπλησθήσεσθε αὐτῶν καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι
Ναι, ο Κύριος θέλει αποκριθή και ειπεί προς τον λαόν αυτού, Ιδού, εγώ θέλω εξαποστείλει προς υμάς τον σίτον και τον οίνον και το έλαιον και θέλετε εμπλησθή απ' αυτών, και δεν θέλω σας κάμει πλέον όνειδος μεταξύ των εθνών.
20 καὶ τὸν ἀπὸ βορρᾶ ἐκδιώξω ἀφ’ ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτοῦ
Αλλά θέλω απομακρύνει από σας τον εκ του βορρά πολέμιον, και θέλω εξώσει αυτόν εις γην άνυδρον και έρημον, με το πρόσωπον αυτού προς την ανατολικήν θάλασσαν, το δε όπισθεν αυτού μέρος προς την θάλασσαν την δυτικήν, και η δυσωδία αυτού θέλει αναβή και η κακή οσμή αυτού θέλει υψωθή, διότι έπραξε μεγάλα.
21 θάρσει γῆ χαῖρε καὶ εὐφραίνου ὅτι ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι
Μη φοβού, γή· χαίρε και ευφραίνου· διότι ο Κύριος θέλει κάμει μεγαλεία.
22 θαρσεῖτε κτήνη τοῦ πεδίου ὅτι βεβλάστηκεν πεδία τῆς ἐρήμου ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτοῦ ἄμπελος καὶ συκῆ ἔδωκαν τὴν ἰσχὺν αὐτῶν
Μη τρομάζετε, κτήνη της πεδιάδος· διότι αι βοσκαί της ερήμου βλαστάνουσι, διότι το δένδρον φέρει τον καρπόν αυτού, η συκή και η άμπελος εκδίδουσι την δύναμιν αυτών.
23 καὶ τὰ τέκνα Σιων χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ κυρίῳ θεῷ ὑμῶν διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν
Και, τα τέκνα της Σιών, χαίρετε και ευφραίνεσθε εις Κύριον τον Θεόν σας· διότι έδωκεν εις εσάς την πρώϊμον βροχήν εγκαίρως και θέλει βρέξει εις εσάς βροχήν πρώϊμον και όψιμον ως πρότερον.
24 καὶ πλησθήσονται αἱ ἅλωνες σίτου καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου
Και τα αλώνια θέλουσι γεμισθή από σίτου και οι ληνοί θέλουσιν υπερεκχειλίσει από οίνου και ελαίου.
25 καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη ἡ δύναμίς μου ἡ μεγάλη ἣν ἐξαπέστειλα εἰς ὑμᾶς
Και θέλω αναπληρώσει εις εσάς τα έτη, τα οποία κατέφαγεν η ακρίς, ο βρούχος και η ερυσίβη και η κάμπη, το στράτευμά μου το μέγα, το οποίον εξαπέστειλα εναντίον σας.
26 καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε καὶ αἰνέσετε τὸ ὄνομα κυρίου τοῦ θεοῦ ὑμῶν ἃ ἐποίησεν μεθ’ ὑμῶν εἰς θαυμάσια καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα
Και θέλετε φάγει αφθόνως και χορτασθή και αινέσει το όνομα Κυρίου του Θεού σας· όστις έκαμε θαυμάσια με σάς· και ο λαός μου δεν θέλει καταισχυνθή εις τον αιώνα.
27 καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ισραηλ ἐγώ εἰμι καὶ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ καὶ οὐ μὴ καταισχυνθῶσιν οὐκέτι πᾶς ὁ λαός μου εἰς τὸν αἰῶνα
Και θέλετε γνωρίσει ότι εγώ είμαι εν μέσω του Ισραήλ και εγώ είμαι Κύριος ο Θεός σας και δεν είναι άλλος ουδείς· και ο λαός μου δεν θέλει καταισχυνθή εις τον αιώνα.
28 καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται
Και μετά ταύτα θέλω εκχέει το πνεύμά μου επί πάσαν σάρκα· και θέλουσι προφητεύσει οι υιοί σας και αι θυγατέρες σας· οι πρεσβύτεροί σας θέλουσιν ενυπνιασθή ενύπνια, οι νεανίσκοι σας θέλουσιν ιδεί οράσεις.
29 καὶ ἐπὶ τοὺς δούλους καὶ ἐπὶ τὰς δούλας ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου
Και έτι επί τους δούλους μου και επί τας δούλας μου εν ταις ημέραις εκείναις θέλω εκχέει το πνεύμά μου.
30 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ
Και θέλω δείξει τέρατα εν τοις ουρανοίς και επί της γης, αίμα και πυρ και ατμίδα καπνού.
31 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ
Ο ήλιος θέλει μεταστραφή εις σκότος και η σελήνη εις αίμα, πριν έλθη η ημέρα του Κυρίου η μεγάλη και επιφανής.
32 καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται ὅτι ἐν τῷ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἔσται ἀνασῳζόμενος καθότι εἶπεν κύριος καὶ εὐαγγελιζόμενοι οὓς κύριος προσκέκληται
Και πας όστις επικαλεσθή το όνομα του Κυρίου, θέλει σωθή· διότι εν τω όρει Σιών και εν Ιερουσαλήμ θέλει είσθαι σωτηρία, καθώς είπεν ο Κύριος, και εις τους υπολοίπους τους οποίους ο Κύριος θέλει προσκαλέσει.