< Ἰώβ 6 >

1 ὑπολαβὼν δὲ Ιωβ λέγει
Ο δε Ιώβ απεκρίθη και είπεν·
2 εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν
Είθε να εζυγίζετο τωόντι η λύπη μου, και η συμφορά μου να ετίθετο όλη ομού εν τη πλάστιγγι.
3 καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται ἀλλ’ ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαῦλα
Επειδή τώρα ήθελεν είσθαι βαρυτέρα υπέρ την άμμον της θαλάσσης· διά τούτο οι λόγοι μου καταπίνονται.
4 βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα ὅταν ἄρξωμαι λαλεῖν κεντοῦσί με
Διότι τα βέλη του Παντοδυνάμου είναι εντός μου, των οποίων το φαρμάκιον εκπίνει το πνεύμά μου· οι τρόμοι του Θεού παρατάττονται εναντίον μου.
5 τί γάρ μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος ἀλλ’ ἢ τὰ σῖτα ζητῶν εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα
Ογκάται ο άγριος όνος παρά τη χλόη; ή μυκάται ο βους παρά τη φάτνη αυτού;
6 εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς
Τρώγεται το άνοστον χωρίς άλατος; ή υπάρχει γεύσις εν τω λευκώματι του ωού;
7 οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος
Τα πράγματα, τα οποία η ψυχή μου απεστρέφετο να εγγίση, έγειναν ως το αηδές φαγητόν μου.
8 εἰ γὰρ δῴη καὶ ἔλθοι μου ἡ αἴτησις καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος
Είθε να απελάμβανον την αίτησίν μου, και να μοι έδιδεν ο Θεός την επιθυμίαν μου.
9 ἀρξάμενος ὁ κύριος τρωσάτω με εἰς τέλος δὲ μή με ἀνελέτω
Και να ήθελεν ευδοκήσει ο Θεός να με αφανίση· να απολύση την χείρα αυτού και να με κόψη.
10 εἴη δέ μου πόλις τάφος ἐφ’ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ’ αὐτῆς οὐ μὴ φείσωμαι οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου
Και θέλει είσθαι έτι η παρηγορία μου, ότι, και αν καταναλωθώ εν τη θλίψει και αυτός δεν με λυπηθή, εγώ δεν έκρυψα τους λόγους του Αγίου.
11 τίς γάρ μου ἡ ἰσχύς ὅτι ὑπομένω ἢ τίς μου ὁ χρόνος ὅτι ἀνέχεταί μου ἡ ψυχή
Ποία η δύναμίς μου, ώστε να εγκαρτερώ; και ποίον το τέλος μου, ώστε να υποφέρη η ψυχή μου;
12 μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι
Μήπως η δύναμίς μου είναι δύναμις λίθων; ή η σαρξ μου χαλκός;
13 ἦ οὐκ ἐπ’ αὐτῷ ἐπεποίθειν βοήθεια δὲ ἀπ’ ἐμοῦ ἄπεστιν
Μήπως δεν εξέλιπεν εν εμοί η βοήθειά μου και απεμακρύνθη απ' εμού η σωτηρία;
14 ἀπείπατό με ἔλεος ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με
Εις τον τεθλιμμένον έλεος πρέπει παρά του φίλου αυτού· αλλ' αυτός εγκατέλιπε τον φόβον του Παντοδυνάμου.
15 οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με
Οι αδελφοί μου εφέρθησαν απατηλώς ως χείμαρρος, ως ρεύμα χειμάρρων παρήλθον·
16 οἵτινές με διευλαβοῦντο νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς
οίτινες θολόνονται εκ του πάγου, εις τους οποίους διαλύεται η χιών·
17 καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν
όταν θερμανθώσιν, εκλείπουσιν· όταν γείνη θερμότης, εξαλείφονται από του τόπου αυτών.
18 οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην
Τα ίχνη της πορείας αυτών συστρέφονται· καταντώσιν εις το μηδέν και χάνονται·
19 ἴδετε ὁδοὺς Θαιμανων ἀτραποὺς Σαβων οἱ διορῶντες
τα πλήθη της Θαιμά εθεώρουν, οι συνοδοιπόροι της Σεβά περιέμενον αυτούς·
20 καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες
Εψεύσθησαν της ελπίδος αυτών· ήλθον εκεί και ενετράπησαν.
21 ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε
Τώρα και σεις είσθε ως αυτοί· είδετε την πληγήν μου και ετρομάξατε.
22 τί γάρ μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ’ ὑμῶν ἰσχύος ἐπιδέομαι
Μήπως εγώ είπα, Φέρετε προς εμέ; ή, Δότε δώρον εις εμέ από της περιουσίας υμών;
23 ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με
ή, Ελευθερώσατέ με εκ της χειρός του εχθρού; ή, Λυτρώσατέ με εκ της χειρός των ισχυρών;
24 διδάξατέ με ἐγὼ δὲ κωφεύσω εἴ τι πεπλάνημαι φράσατέ μοι
Διδάξατέ με, και εγώ θέλω σιωπήσει· και δείξατέ μοι κατά τι έσφαλα.
25 ἀλλ’ ὡς ἔοικεν φαῦλα ἀληθινοῦ ῥήματα οὐ γὰρ παρ’ ὑμῶν ἰσχὺν αἰτοῦμαι
Πόσον ισχυροί είναι οι ορθοί λόγοι· αλλ' ο έλεγχός σας, τι αποδεικνύει;
26 οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι
Φαντάζεσθε να ελέγξητε λόγους, ενώ αι ομιλίαι του απηλπισμένου είναι ως άνεμος;
27 πλὴν ὅτι ἐπ’ ὀρφανῷ ἐπιπίπτετε ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν
Τωόντι, σεις επιπίπτετε επί τον ορφανόν, και σκάπτετε λάκκον εις τον φίλον σας.
28 νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι
Τώρα λοιπόν ευαρεστήθητε να εμβλέψητε εις εμέ, διότι έμπροσθεν υμών κείται αν εγώ ψεύδωμαι.
29 καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε
Επιστρέψατε, παρακαλώ· ας μη γείνη αδικία· ναι, επιστρέψατε πάλιν· η δικαιοσύνη μου είναι εν τούτω.
30 οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ
Υπάρχει αδικία εν τη γλώσση μου; δεν δύναται ο ουρανίσκος μου να διακρίνη τα διεφθαρμένα;

< Ἰώβ 6 >