< Ἰώβ 40 >
1 καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τῷ Ιωβ καὶ εἶπεν
Og Herren svara Job og sagde:
2 μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν
«Vil klandraren med Allvald trætta? Lat han som lastar Gud då svara!»
3 ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ
Då svara Job Herren og sagde:
4 τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα χεῖρα θήσω ἐπὶ στόματί μου
«For ring eg er; kva skal eg svara? Eg handi legg på munnen min.
5 ἅπαξ λελάληκα ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω
Ein gong eg tala, no eg tegjer, tvo gong’ - eg gjer det ikkje meir.»
6 ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέφους
Og Herren svara Job or stormen og sagde:
7 μή ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι
«Spenn som mann ditt beltet på, gjev meg på mine spursmål svar:
8 μὴ ἀποποιοῦ μου τὸ κρίμα οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος
Vil du forspille meg min rett, fordøma meg, so du fær rett?
9 ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου ἢ φωνῇ κατ’ αὐτὸν βροντᾷς
Hev du vel slik ein arm som Gud? Kann du som han med røysti dundra?
10 ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι
Pryd deg med høgd og herredom, klæd deg i glans og herlegdom,
11 ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ πᾶν δὲ ὑβριστὴν ταπείνωσον
Lat so din vreide strøyma fram, sjå kvar ein stolt og audmyk han!
12 ὑπερήφανον δὲ σβέσον σῆψον δὲ ἀσεβεῖς παραχρῆμα
Så kvar ein stolt og bøyg han ned, og slå til jord dei gudlause!
13 κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον
Og gøym deim alle under jordi, bitt deira andlit fast i løynd!
14 ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σῶσαι
So skal eg og lovprisa deg, som siger med di høgre vann.
15 ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί χόρτον ἴσα βουσὶν ἐσθίει
Sjå elvhesten! Eg hev skapt han liksom deg; som ein ukse et han gras.
16 ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ’ ὀσφύι ἡ δὲ δύναμις ἐπ’ ὀμφαλοῦ γαστρός
Sjå då krafti i hans lender, i bukmusklarne hans styrke!
17 ἔστησεν οὐρὰν ὡς κυπάρισσον τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται
Halen gjer han stiv som ceder, fast bogsenarne er tvinna.
18 αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός
Knokarne er koparrøyrer, beini som jarnstenger er.
19 τοῦτ’ ἔστιν ἀρχὴ πλάσματος κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ
Av Guds verk er han det fyrste, av sin skapar fekk han sverd.
20 ἐπελθὼν δὲ ἐπ’ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ
Bergi ber åt honom for, alle villdyr leikar der.
21 ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον
Under lotusbusk han kviler, løyner seg i røyr og sev.
22 σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου
Lotusbusk gjev honom skugge, piletre umkransar honom.
23 ἐὰν γένηται πλήμμυρα οὐ μὴ αἰσθηθῇ πέποιθεν ὅτι προσκρούσει ὁ Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ
Strid gjeng elvi, ei han ottast; trygg er han um so sjølve Jordan fossar imot hans gap.
24 ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν ἐνσκολιευόμενος τρήσει ῥῖνα
Kann ein tak han so han ser det, draga snara gjenom snuten?