< Ἰώβ 4 >
1 ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
Τότε Ελιφάς ο Θαιμανίτης απεκρίθη και είπεν·
2 μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει
Εάν επιχειρισθώμεν να λαλήσωμεν προς σε, θέλεις δυσαρεστηθή; αλλά τις δύναται να κρατηθή από του να ομιλήση;
3 εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας
Ιδού, συ ενουθέτησας πολλούς· και χείρας αδυνάτους ενίσχυσας.
4 ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν γόνασίν τε ἀδυνατοῦσιν θάρσος περιέθηκας
Οι λόγοι σου υπεστήριξαν τους κλονιζομένους, και γόνατα κάμπτοντα ενεδυνάμωσας.
5 νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου σὺ δὲ ἐσπούδασας
Τώρα δε ήλθεν επί σε τούτο, και βαρυθυμείς· σε εγγίζει, και ταράττεσαι.
6 πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ ἀκακία τῆς ὁδοῦ σου
Ο φόβος σου δεν είναι το θάρρος σου, και η ευθύτης των οδών σου η ελπίς σου;
7 μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο
Ενθυμήθητι, παρακαλώ· τις αθώος ων απωλέσθη; και που εξωλοθρεύθησαν οι ευθείς;
8 καθ’ ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς
Καθώς εγώ είδον, όσοι ηροτρίασαν ανομίαν και έσπειραν ασέβειαν, θερίζουσιν αυτάς·
9 ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται
εξολοθρεύονται υπό του φυσήματος του Θεού, και από της πνοής των μυκτήρων αυτού αφανίζονται·
10 σθένος λέοντος φωνὴ δὲ λεαίνης γαυρίαμα δὲ δρακόντων ἐσβέσθη
ο βρυγμός του λέοντος και η φωνή του αγρίου λέοντος και το γαυρίαμα των σκύμνων, εσβέσθησαν·
11 μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους
ο λέων απόλλυται δι' έλλειψιν θηράματος, και οι σκύμνοι της λεαίνας διασκορπίζονται.
12 εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ’ αὐτοῦ
Και λόγος ήλθεν επ' εμέ κρυφίως, και το ωτίον μου έλαβέ τι παρ' αυτού.
13 φόβοι δὲ καὶ ἠχὼ νυκτερινή ἐπιπίπτων φόβος ἐπ’ ἀνθρώπους
Εν μέσω των στοχασμών διά τα οράματα της νυκτός, ότε βαθύς ύπνος πίπτει επί τους ανθρώπους,
14 φρίκη δέ μοι συνήντησεν καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν
Φρίκη συνέλαβέ με και τρόμος, και μεγάλως τα οστά μου συνέσεισε.
15 καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν ἔφριξαν δέ μου τρίχες καὶ σάρκες
Και πνεύμα διήλθεν απ' έμπροσθέν μου, αι τρίχες του σώματός μου ανεσηκώθησαν·
16 ἀνέστην καὶ οὐκ ἐπέγνων εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου ἀλλ’ ἢ αὔραν καὶ φωνὴν ἤκουον
εστάθη, αλλ' εγώ δεν διέκρινα την μορφήν αυτού· σχήμα εφάνη έμπροσθεν των οφθαλμών μου· ήκουσα λεπτόν φύσημα και φωνήν λέγουσαν,
17 τί γάρ μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ
Ο άνθρωπος θέλει είσθαι δικαιότερος του Θεού; θέλει είσθαι ο άνθρωπος καθαρώτερος του Ποιητού αυτού;
18 εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν
Ιδού, αυτός δεν εμπιστεύεται εις τους δούλους αυτού, και εν τοις αγγέλοις αυτού βλέπει ελάττωμα·
19 τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν ἔπαισεν αὐτοὺς σητὸς τρόπον
πόσω μάλλον εις τους κατοικούντας οικίας πηλίνας, αίτινες έχουσι το θεμέλιον αυτών εν τω χώματι και αφανίζονται έμπροσθεν του σαρακίου;
20 καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο
Από πρωΐ έως εσπέρας φθείρονται· χωρίς να νοήση τις, αφανίζονται διά παντός.
21 ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν
Το μεγαλείον αυτών το εν αυτοίς δεν παρέρχεται; Αποθνήσκουσιν, αλλ' ουχί εν σοφία.