< Ἰώβ 35 >
1 ὑπολαβὼν δὲ Ελιους λέγει
Και επανέλαβεν ο Ελιού και είπε·
2 τί τοῦτο ἡγήσω ἐν κρίσει σὺ τίς εἶ ὅτι εἶπας δίκαιός εἰμι ἔναντι κυρίου
Στοχάζεσαι ότι είναι ορθόν τούτο, το οποίον είπας, Είμαι δικαιότερος του Θεού;
3 ἢ ἐρεῖς τί ποιήσω ἁμαρτών
Διότι είπας, Τις ωφέλεια θέλει είσθαι εις σε; Τι κέρδος θέλω λάβει εκ τούτου μάλλον παρά εκ της αμαρτίας μου;
4 ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου
Εγώ θέλω αποκριθή προς σε και προς τους φίλους σου μετά σου.
5 ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ
Ανάβλεψον εις τους ουρανούς και ιδέ· και θεώρησον τα νέφη, πόσον υψηλότερά σου είναι.
6 εἰ ἥμαρτες τί πράξεις εἰ δὲ καὶ πολλὰ ἠνόμησας τί δύνασαι ποιῆσαι
Εάν αμαρτάνης, τι πράττεις κατ' αυτού; ή αν αι παραβάσεις σου πολλαπλασιασθώσι, τι κατορθόνεις κατ' αυτού;
7 ἐπεὶ δὲ οὖν δίκαιος εἶ τί δώσεις αὐτῷ ἢ τί ἐκ χειρός σου λήμψεται
Εάν ήσαι δίκαιος, τι θέλεις δώσει εις αυτόν; ή τι θέλει λάβει εκ της χειρός σου;
8 ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου
Η ασέβειά σου δύναται να βλάψη άνθρωπον ως σέ· και η δικαιοσύνη σου δύναται να ωφελήση υιόν ανθρώπου.
9 ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται βοήσονται ἀπὸ βραχίονος πολλῶν
Εκ του πλήθους των καταθλιβόντων καταβοώσι· κραυγάζουσιν ένεκεν του βραχίονος των ισχυρών·
10 καὶ οὐκ εἶπεν ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με ὁ κατατάσσων φυλακὰς νυκτερινάς
Αλλ' ουδείς λέγει, που είναι ο Θεός ο Ποιητής μου, όστις δίδει άσματα εις την νύκτα,
11 ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς ἀπὸ δὲ πετεινῶν οὐρανοῦ
Όστις συνετίζει ημάς υπέρ τα κτήνη της γης, και σοφίζει ημάς υπέρ τα πετεινά του ουρανού;
12 ἐκεῖ κεκράξονται καὶ οὐ μὴ εἰσακούσῃ καὶ ἀπὸ ὕβρεως πονηρῶν
Εκεί βοώσι διά την υπερηφανίαν των πονηρών, δεν θέλει όμως αποκριθή.
13 ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖν αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστιν
Ο Θεός βεβαίως δεν θέλει εισακούσει της ματαιολογίας, ουδέ θέλει επιβλέψει ο Παντοδύναμος εις αυτήν·
14 τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με κρίθητι δὲ ἐναντίον αὐτοῦ εἰ δύνασαι αἰνέσαι αὐτόν ὡς ἔστιν
πόσον ολιγώτερον όταν συ λέγης, ότι δεν θέλεις ιδεί αυτόν· η κρίσις όμως είναι ενώπιον αυτού· όθεν έχε το θάρρος σου επ' αυτόν.
15 καὶ νῦν ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα
Αλλά τώρα, επειδή δεν επεσκέφθη εν τω θυμώ αυτού και δεν παρετήρησε μετά μεγάλης αυστηρότητος,
16 καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει
διά τούτο ο Ιώβ ανοίγει το στόμα αυτού ματαίως· επισωρεύει λόγους εν αγνωσία.