< Ἰώβ 33 >
1 οὐ μὴν δὲ ἀλλὰ ἄκουσον Ιωβ τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου
Howbeit, Job, I pray thee, hear my speech, and hearken to all my words.
2 ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησεν ἡ γλῶσσά μου
Behold now, I have opened my mouth, my tongue hath spoken in my mouth.
3 καθαρά μου ἡ καρδία ῥήμασιν σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει
My words [shall utter] the uprightness of my heart: and that which my lips know they shall speak sincerely.
4 πνεῦμα θεῖον τὸ ποιῆσάν με πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με
The spirit of God hath made me, and the breath of the Almighty giveth me life.
5 ἐὰν δύνῃ δός μοι ἀπόκρισιν πρὸς ταῦτα ὑπόμεινον στῆθι κατ’ ἐμὲ καὶ ἐγὼ κατὰ σέ
If thou canst, answer thou me; set [thy words] in order before me, stand forth.
6 ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα
Behold, I am toward God even as thou art: I also am formed out of the clay.
7 οὐχ ὁ φόβος μού σε στροβήσει οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί
Behold, my terror shall not make thee afraid, neither shall my pressure be heavy upon thee.
8 πλὴν εἶπας ἐν ὠσίν μου φωνὴν ῥημάτων σου ἀκήκοα
Surely thou hast spoken in mine hearing, and I have heard the voice of [thy] words, [saying],
9 διότι λέγεις καθαρός εἰμι οὐχ ἁμαρτών ἄμεμπτος δέ εἰμι οὐ γὰρ ἠνόμησα
I am clean, without transgression; I am innocent, neither is there iniquity in me:
10 μέμψιν δὲ κατ’ ἐμοῦ εὗρεν ἥγηται δέ με ὥσπερ ὑπεναντίον
Behold, he findeth occasions against me, he counteth me for his enemy;
11 ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς
He putteth my feet in the stocks, he marketh all my paths.
12 πῶς γὰρ λέγεις δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέν μου αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν
Behold, I will answer thee, in this thou art not just; for God is greater than man.
13 λέγεις δέ διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοεν πᾶν ῥῆμα
Why dost thou strive against him? for he giveth not account of any of his matters.
14 ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον
For God speaketh once, yea twice, [though man] regardeth it not.
15 ἢ ἐν μελέτῃ νυκτερινῇ ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ’ ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης
In a dream, in a vision of the night, when deep sleep falleth upon men, in slumberings upon the bed;
16 τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν
Then he openeth the ears of men, and sealeth their instruction,
17 ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο
That he may withdraw man [from his] purpose, and hide pride from man;
18 ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ
He keepeth back his soul from the pit, and his life from perishing by the sword.
19 πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν
He is chastened also with pain upon his bed, and with continual strife in his bones:
20 πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει
So that his life abhorreth bread, and his soul dainty meat.
21 ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά
His flesh is consumed away, that it cannot be seen; and his bones that were not seen stick out.
22 ἤγγισεν δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ ἡ δὲ ζωὴ αὐτοῦ ἐν ᾅδῃ
Yea, his soul draweth near unto the pit, and his life to the destroyers.
23 ἐὰν ὦσιν χίλιοι ἄγγελοι θανατηφόροι εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι ἐπὶ κύριον ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ
If there be with him an angel, an interpreter, one among a thousand, to shew unto man what is right for him;
24 ἀνθέξεται τοῦ μὴ πεσεῖν αὐτὸν εἰς θάνατον ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ
Then he is gracious unto him, and saith, Deliver him from going down to the pit, I have found a ransom.
25 ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις
His flesh shall be fresher than a child’s; he returneth to the days of his youth:
26 εὐξάμενος δὲ πρὸς κύριον καὶ δεκτὰ αὐτῷ ἔσται εἰσελεύσεται δὲ προσώπῳ καθαρῷ σὺν ἐξηγορίᾳ ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην
He prayeth unto God, and he is favourable unto him; so that he seeth his face with joy: and he restoreth unto man his righteousness.
27 εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων οἷα συνετέλουν καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον
He singeth before men, and saith, I have sinned, and perverted that which was right, and it profited me not:
28 σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν καὶ ἡ ζωή μου φῶς ὄψεται
He hath redeemed my soul from going into the pit, and my life shall behold the light.
29 ἰδοὺ πάντα ταῦτα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός
Lo, all these things doth God work, twice, [yea] thrice, with a man,
30 ἀλλ’ ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν
To bring back his soul from the pit, that he may be enlightened with the light of the living.
31 ἐνωτίζου Ιωβ καὶ ἄκουέ μου κώφευσον καὶ ἐγώ εἰμι λαλήσω
Mark well, O Job, hearken unto me: hold thy peace, and I will speak.
32 εἰ εἰσὶν λόγοι ἀποκρίθητί μοι λάλησον θέλω γὰρ δικαιωθῆναί σε
If thou hast any thing to say, answer me: speak, for I desire to justify thee.
33 εἰ μή σὺ ἄκουσόν μου κώφευσον καὶ διδάξω σε σοφίαν
If not, hearken thou unto me: hold thy peace, and I will teach thee wisdom.