< Ἰώβ 3 >
1 μετὰ τοῦτο ἤνοιξεν Ιωβ τὸ στόμα αὐτοῦ
Pēc tam Ījabs atdarīja savu muti un nolādēja savu dienu. Un Ījabs iesāka un sacīja:
2 καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων
Tā diena lai pazūd, kur esmu dzimis,
3 ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην καὶ ἡ νύξ ἐν ᾗ εἶπαν ἰδοὺ ἄρσεν
Un tā nakts, kur sacīja: puisītis ieņemts.
4 ἡ ἡμέρα ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος
Šī diena lai paliek tumša, lai Dievs no augšienes pēc viņas nevaicā, un spožums pār viņu lai nespīd.
5 ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου ἐπέλθοι ἐπ’ αὐτὴν γνόφος
Tumsa un nāves ēna lai viņu aizņem, padebeši lai viņu apklāj un kas vien dienu aptumšo, lai viņu biedē.
6 καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη ἀπενέγκαιτο αὐτὴν σκότος μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν
Šo nakti lai tumsa apņem, ka tā starp gada dienām nepriecājās, lai viņa nenāk mēnešu skaitā.
7 ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη καὶ μὴ ἔλθοι ἐπ’ αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή
Redzi, šī nakts lai paliek neauglīga, ka tanī nenotiek gavilēšana.
8 ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι
Lai dienu lādētāji to nolād, tie, kas māk Levijatanu uzrīdīt.
9 σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα
Lai viņas rīta zvaigznes top aptumšotas, lai viņa gaida uz gaismu, bet nekā, un lai viņa neredz ausekļa spīdumu.
10 ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου
Tāpēc ka tā manām miesām durvis nav aizslēgusi, un bēdas nav noslēpusi priekš manām acīm.
11 διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην
Kāpēc es neesmu nomiris mātes miesās un bojā gājis, kad no miesām iznācu?
12 ἵνα τί δὲ συνήντησάν μοι γόνατα ἵνα τί δὲ μαστοὺς ἐθήλασα
Kāpēc esmu likts klēpī un kāpēc pie krūtīm, ka man bija zīst?
13 νῦν ἂν κοιμηθεὶς ἡσύχασα ὑπνώσας δὲ ἀνεπαυσάμην
Jo tad es gulētu un būtu klusu, tad es gulētu, un man būtu dusa,
14 μετὰ βασιλέων βουλευτῶν γῆς οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν
Līdz ar ķēniņiem un runas kungiem virs zemes, kas sev kapu vietas uztaisījuši,
15 ἢ μετὰ ἀρχόντων ὧν πολὺς ὁ χρυσός οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου
Vai ar lieliem kungiem, kam zelts bijis, kas savus namus ar sudrabu pildījuši;
16 ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ἢ ὥσπερ νήπιοι οἳ οὐκ εἶδον φῶς
Vai kā norakts nelaikā dzimis bērns es nebūtu nekas, tā kā bērniņi, kas nav redzējuši gaismas.
17 ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι
Tur bezdievīgie stājās no trakošanas, un tur dus, kam spēks noguris;
18 ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου
Tur cietumnieki visi līdzi ir mierā, tie nedzird dzinēja balsi;
19 μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ
Tur ir mazs un liels, un kalps ir vaļā no sava kunga.
20 ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς
Kāpēc (Dievs) dod bēdīgam gaismu un dzīvību tiem, kam noskumusi sirds,
21 οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς
Kas pēc nāves ilgojās, bet tā nenāk, un rok pēc tās vairāk nekā pēc mantām,
22 περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσιν
Kas priecātos un gavilētu, kas līksmotos, kad kapu atrastu -
23 θάνατος ἀνδρὶ ἀνάπαυμα συνέκλεισεν γὰρ ὁ θεὸς κατ’ αὐτοῦ
Vīram, kam ceļš ir apslēpts, un ko Dievs visapkārt apspiedis?
24 πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ
Jo maizes vietā man ir nopūtas, un mana kaukšana izgāzās kā ūdens.
25 φόβος γάρ ὃν ἐφρόντισα ἦλθέν μοι καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι
Jo briesmas, ko bijos, man uzgājušas, un no kā man bija bail, tas man uznācis.
26 οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην ἦλθεν δέ μοι ὀργή
Man nav miera, man nav dusas, es nedabūju atpūsties, un bēdas nāk uz bēdām.