< Ἰώβ 27 >
1 ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ
ヨブまた語を繼ていはく
2 ζῇ κύριος ὃς οὕτω με κέκρικεν καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν
われに義しき審判を施したまはざる神 わが心魂をなやまし給ふ全能者 此神は活く
3 ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν
(わが生命なほ全くわれの衷にあり 神の氣息なほわが鼻にあり)
4 μὴ λαλήσειν τὰ χείλη μου ἄνομα οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα
わが口は惡を言ず わが舌は謊言を語らじ
5 μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν
我決めて汝等を是とせじ 我に死るまで我が罪なきを言ことを息じ
6 δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας
われ堅くわが正義を持ちて之を棄じ 我は今まで一日も心に責られし事なし
7 οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν καὶ οἱ ἐπ’ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων
我に敵する者は惡き者と成り我を攻る者は義からざる者と成るべし
8 καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται
邪曲なる者もし神に絶れその魂神を脱とらるるに於ては何の望かあらん
9 ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται κύριος ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης
かれ艱難に罹る時に神その呼號を聽いれたまはんや
10 μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ
かれ全能者を喜こばんや 常に神を龥んや
11 ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ κυρίου ἅ ἐστιν παρὰ παντοκράτορι οὐ ψεύσομαι
われ神の御手を汝等に教へん 全能者の道を汝等に隱さじ
12 ἰδοὺ δὴ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε
視よ汝等もみな自らこれを觀たり 然るに何ぞ斯愚蒙をきはむるや
13 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ’ αὐτούς
惡き人の神に得る分 強暴の人の全能者より受る業は是なり
14 ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ εἰς σφαγὴν ἔσονται ἐὰν δὲ καὶ ἀνδρωθῶσιν προσαιτήσουσιν
その子等蕃れば劍に殺さる その子孫は食物に飽ず
15 οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσιν χήρας δὲ αὐτῶν οὐθεὶς ἐλεήσει
その遺れる者は疫病に斃れて埋められ その妻等は哀哭をなさず
16 ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον
かれ銀を積むこと塵のごとく衣服を備ふること土のごとくなるとも
17 ταῦτα πάντα δίκαιοι περιποιήσονται τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν
その備ふる者は義き人これを着ん またその銀は無辜者これを分ち取ん
18 ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη
その建る家は蟲の巣のごとく また番人の造る茅家のごとし
19 πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν
彼は富る身にて寢臥し重ねて興ること無し また目を開けば即ちその身きえ亡す
20 συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος
懼ろしき事大水のごとく彼に追及き 夜の暴風かれを奪ひ去る
21 ἀναλήμψεται αὐτὸν καύσων καὶ ἀπελεύσεται καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ
東風かれを颺げて去り 彼をその處より吹はらふ
22 καὶ ἐπιρρίψει ἐπ’ αὐτὸν καὶ οὐ φείσεται ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται
神かれを射て恤まず 彼その手より逃れんともがく
23 κροτήσει ἐπ’ αὐτοῦ χεῖρας αὐτοῦ καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ
人かれに對ひて手を鳴し嘲りわらひてその處をいでゆかしむ