< Ἰώβ 27 >
1 ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ
Και εξηκολούθησεν ο Ιώβ την παραβολήν αυτού και είπε·
2 ζῇ κύριος ὃς οὕτω με κέκρικεν καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν
Ζη ο Θεός, ο αποβαλών την κρίσιν μου, και ο Παντοδύναμος, ο πικράνας την ψυχήν μου,
3 ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν
ότι πάντα τον χρόνον ενόσω η πνοή μου είναι εν εμοί και το πνεύμα του Θεού εις τους μυκτήράς μου,
4 μὴ λαλήσειν τὰ χείλη μου ἄνομα οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα
τα χείλη μου δεν θέλουσι λαλήσει αδικίαν και η γλώσσα μου δεν θέλει μελετήσει δόλον.
5 μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν
Μη γένοιτο εις εμέ να σας δικαιώσω· έως να εκπνεύσω, δεν θέλω απομακρύνει την ακεραιότητά μου απ' εμού.
6 δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας
Θέλω κρατεί την δικαιοσύνην μου και δεν θέλω αφήσει αυτήν· η καρδία μου δεν θέλει με ελέγξει ενόσω ζω.
7 οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν καὶ οἱ ἐπ’ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων
Ο εχθρός μου να ήναι ως ο ασεβής και ο ανιστάμενος κατ' εμού ως ο παράνομος.
8 καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται
Διότι τις η ελπίς του υποκριτού, αν και επλεονέκτησεν, όταν ο Θεός αποσπά την ψυχήν αυτού;
9 ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται κύριος ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης
Άραγε θέλει ακούσει ο Θεός την κραυγήν αυτού, όταν επέλθη επ' αυτόν συμφορά;
10 μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ
Θέλει ευφραίνεσθαι εις τον Παντοδύναμον; θέλει επικαλείσθαι τον Θεόν εν παντί καιρώ;
11 ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ κυρίου ἅ ἐστιν παρὰ παντοκράτορι οὐ ψεύσομαι
θέλω σας διδάξει τι είναι εν τη χειρί του Θεού· ό, τι είναι παρά τω Παντοδυνάμω, δεν θέλω κρύψει αυτό.
12 ἰδοὺ δὴ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε
Ιδού, σεις πάντες είδετε· διά τι λοιπόν είσθε όλως τόσον μάταιοι;
13 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ’ αὐτούς
Τούτο είναι παρά Θεού η μερίς του ασεβούς ανθρώπου, και η κληρονομία των δυναστών, την οποίαν θέλουσι λάβει παρά του Παντοδυνάμου.
14 ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ εἰς σφαγὴν ἔσονται ἐὰν δὲ καὶ ἀνδρωθῶσιν προσαιτήσουσιν
Εάν οι υιοί αυτού πολλαπλασιασθώσιν, είναι διά την ρομφαίαν· και οι έκγονοι αυτού δεν θέλουσι χορτασθή άρτον.
15 οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσιν χήρας δὲ αὐτῶν οὐθεὶς ἐλεήσει
Οι εναπολειφθέντες αυτού θέλουσι ταφή εν θανάτω· και αι χήραι αυτού δεν θέλουσι κλαύσει.
16 ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον
Και αν επισωρεύση αργύριον ως το χώμα και ετοιμάση ιμάτια ως τον πηλόν·
17 ταῦτα πάντα δίκαιοι περιποιήσονται τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν
δύναται μεν να ετοιμάση, πλην ο δίκαιος θέλει ενδυθή αυτά· και ο αθώος θέλει διαμοιρασθή το αργύριον.
18 ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη
Οικοδομεί τον οίκον αυτού ως το σαράκιον, και ως καλύβην, την οποίαν κάμνει ο αγροφύλαξ.
19 πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν
Πλαγιάζει πλούσιος, πλην δεν θέλει συναχθή· ανοίγει τους οφθαλμούς αυτού και δεν υπάρχει.
20 συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος
Τρόμοι συλλαμβάνουσιν αυτόν ως ύδατα, ανεμοστρόβιλος αρπάζει αυτόν την νύκτα.
21 ἀναλήμψεται αὐτὸν καύσων καὶ ἀπελεύσεται καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ
Σηκόνει αυτόν ανατολικός άνεμος, και υπάγει· και αποσπά αυτόν από του τόπου αυτού.
22 καὶ ἐπιρρίψει ἐπ’ αὐτὸν καὶ οὐ φείσεται ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται
Διότι ο Θεός θέλει ρίψει κατ' αυτού συμφοράς και δεν θέλει φεισθή· από της χειρός αυτού σπεύδει να φύγη.
23 κροτήσει ἐπ’ αὐτοῦ χεῖρας αὐτοῦ καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ
Θέλουσι κροτήσει τας χείρας αυτών επ' αυτόν, και θέλουσι συρίξει αυτόν από του τόπου αυτών.