< Ἰώβ 25 >

1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
And Bildad the Shuhite answered and said,
2 τί γὰρ προοίμιον ἢ φόβος παρ’ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ
Dominion and fear are with him; he maketh peace in his high places.
3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ’ αὐτοῦ
Is there any number of his troops? and upon whom doth not his light arise?
4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός
And how should man be just with God? Or how should he be clean that is born of a woman?
5 εἰ σελήνῃ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ
Lo, even the moon is not bright; and the stars are not pure in his sight:
6 ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ
How much less man, a worm, and the son of man, a worm!

< Ἰώβ 25 >