< Ἰώβ 22 >

1 ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
ויען אליפז התמני ויאמר׃
2 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην
הלאל יסכן גבר כי יסכן עלימו משכיל׃
3 τί γὰρ μέλει τῷ κυρίῳ ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος ἢ ὠφέλεια ὅτι ἁπλώσῃς τὴν ὁδόν σου
החפץ לשדי כי תצדק ואם בצע כי תתם דרכיך׃
4 ἦ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν
המיראתך יכיחך יבוא עמך במשפט׃
5 πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι
הלא רעתך רבה ואין קץ לעונתיך׃
6 ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενῆς ἀμφίασιν δὲ γυμνῶν ἀφείλου
כי תחבל אחיך חנם ובגדי ערומים תפשיט׃
7 οὐδὲ ὕδωρ διψῶντας ἐπότισας ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν
לא מים עיף תשקה ומרעב תמנע לחם׃
8 ἐθαύμασας δέ τινων πρόσωπον ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς
ואיש זרוע לו הארץ ונשוא פנים ישב בה׃
9 χήρας δὲ ἐξαπέστειλας κενάς ὀρφανοὺς δὲ ἐκάκωσας
אלמנות שלחת ריקם וזרעות יתמים ידכא׃
10 τοιγαροῦν ἐκύκλωσάν σε παγίδες καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος
על כן סביבותיך פחים ויבהלך פחד פתאם׃
11 τὸ φῶς σοι σκότος ἀπέβη κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν
או חשך לא תראה ושפעת מים תכסך׃
12 μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν
הלא אלוה גבה שמים וראה ראש כוכבים כי רמו׃
13 καὶ εἶπας τί ἔγνω ὁ ἰσχυρός ἦ κατὰ τοῦ γνόφου κρινεῖ
ואמרת מה ידע אל הבעד ערפל ישפוט׃
14 νέφη ἀποκρυφὴ αὐτοῦ καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύσεται
עבים סתר לו ולא יראה וחוג שמים יתהלך׃
15 μὴ τρίβον αἰώνιον φυλάξεις ἣν ἐπάτησαν ἄνδρες ἄδικοι
הארח עולם תשמר אשר דרכו מתי און׃
16 οἳ συνελήμφθησαν ἄωροι ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν
אשר קמטו ולא עת נהר יוצק יסודם׃
17 οἱ λέγοντες κύριος τί ποιήσει ἡμῖν ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ
האמרים לאל סור ממנו ומה יפעל שדי למו׃
18 ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ’ αὐτοῦ
והוא מלא בתיהם טוב ועצת רשעים רחקה מני׃
19 ἰδόντες δίκαιοι ἐγέλασαν ἄμεμπτος δὲ ἐμυκτήρισεν
יראו צדיקים וישמחו ונקי ילעג למו׃
20 εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ
אם לא נכחד קימנו ויתרם אכלה אש׃
21 γενοῦ δὴ σκληρός ἐὰν ὑπομείνῃς εἶτ’ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς
הסכן נא עמו ושלם בהם תבואתך טובה׃
22 ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου
קח נא מפיו תורה ושים אמריו בלבבך׃
23 ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον
אם תשוב עד שדי תבנה תרחיק עולה מאהלך׃
24 θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ καὶ ὡς πέτρᾳ χειμάρρους Ωφιρ
ושית על עפר בצר ובצור נחלים אופיר׃
25 ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον
והיה שדי בצריך וכסף תועפות לך׃
26 εἶτα παρρησιασθήσῃ ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς
כי אז על שדי תתענג ותשא אל אלוה פניך׃
27 εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς
תעתיר אליו וישמעך ונדריך תשלם׃
28 ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος
ותגזר אומר ויקם לך ועל דרכיך נגה אור׃
29 ὅτι ἐταπείνωσεν αὐτόν καὶ ἐρεῖς ὑπερηφανεύσατο καὶ κύφοντα ὀφθαλμοῖς σώσει
כי השפילו ותאמר גוה ושח עינים יושע׃
30 ῥύσεται ἀθῷον καὶ διασώθητι ἐν καθαραῖς χερσίν σου
ימלט אי נקי ונמלט בבר כפיך׃

< Ἰώβ 22 >