< Ἰώβ 18 >
1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
Then Bildad the Shuhite replied:
2 μέχρι τίνος οὐ παύσῃ ἐπίσχες ἵνα καὶ αὐτοὶ λαλήσωμεν
“How long until you end these speeches? Show some sense, and then we can talk.
3 διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου
Why are we regarded as cattle, as stupid in your sight?
4 κέχρηταί σοι ὀργή τί γάρ ἐὰν σὺ ἀποθάνῃς ἀοίκητος ἡ ὑπ’ οὐρανόν ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων
You who tear yourself in anger— should the earth be forsaken on your account, or the rocks be moved from their place?
5 καὶ φῶς ἀσεβῶν σβεσθήσεται καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ
Indeed, the lamp of the wicked is extinguished; the flame of his fire does not glow.
6 τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ ὁ δὲ λύχνος ἐπ’ αὐτῷ σβεσθήσεται
The light in his tent grows dark, and the lamp beside him goes out.
7 θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ σφάλαι δὲ αὐτοῦ ἡ βουλή
His vigorous stride is shortened, and his own schemes trip him up.
8 ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι ἐν δικτύῳ ἑλιχθείη
For his own feet lead him into a net, and he wanders into its mesh.
9 ἔλθοισαν δὲ ἐπ’ αὐτὸν παγίδες κατισχύσει ἐπ’ αὐτὸν διψῶντας
A trap seizes his heel; a snare grips him.
10 κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων
A noose is hidden in the ground, and a trap lies in his path.
11 κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ
Terrors frighten him on every side and harass his every step.
12 πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον
His strength is depleted, and calamity is ready at his side.
13 βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος
It devours patches of his skin; the firstborn of death devours his limbs.
14 ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ
He is torn from the shelter of his tent and is marched off to the king of terrors.
15 κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ
Fire resides in his tent; burning sulfur rains down on his dwelling.
16 ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ
The roots beneath him dry up, and the branches above him wither away.
17 τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω
The memory of him perishes from the earth, and he has no name in the land.
18 ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος
He is driven from light into darkness and is chased from the inhabited world.
19 οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ’ οὐρανὸν ὁ οἶκος αὐτοῦ ἀλλ’ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι
He has no offspring or posterity among his people, no survivor where he once lived.
20 ἐπ’ αὐτῷ ἐστέναξαν ἔσχατοι πρώτους δὲ ἔσχεν θαῦμα
Those in the west are appalled at his fate, while those in the east tremble in horror.
21 οὗτοί εἰσιν οἶκοι ἀδίκων οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον
Surely such is the dwelling of the wicked and the place of one who does not know God.”