< Ἰώβ 16 >

1 ὑπολαβὼν δὲ Ιωβ λέγει
Τότε ο Ιώβ απεκρίθη και είπε·
2 ἀκήκοα τοιαῦτα πολλά παρακλήτορες κακῶν πάντες
Πολλά τοιαύτα ήκουσα· άθλιοι παρηγορηταί είσθε πάντες.
3 τί γάρ μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ
Έχουσι τέλος αι ματαιολογίαι; ή τι σε ενθαρρύνει εις το να αποκρίνησαι;
4 κἀγὼ καθ’ ὑμᾶς λαλήσω εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς εἶτ’ ἐναλοῦμαι ὑμῖν ῥήμασιν κινήσω δὲ καθ’ ὑμῶν κεφαλήν
Και εγώ εδυνάμην να λαλήσω καθώς σείς· εάν η ψυχή σας ήτο εις τον τόπον της ψυχής μου, ηδυνάμην να επισωρεύσω λόγους εναντίον σας, και να κινήσω εναντίον σας την κεφαλήν μου.
5 εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου κίνησιν δὲ χειλέων οὐ φείσομαι
Ήθελον σας ενισχύσει με το στόμα μου, και η κίνησις των χειλέων μου ήθελε σας ανακουφίσει.
6 ἐὰν γὰρ λαλήσω οὐκ ἀλγήσω τὸ τραῦμα ἐὰν δὲ καὶ σιωπήσω τί ἔλαττον τρωθήσομαι
Αν λαλώ, ο πόνος μου δεν ανακουφίζεται· και αν σιωπώ, ποία ελάττωσις γίνεται εις εμέ;
7 νῦν δὲ κατάκοπόν με πεποίηκεν μωρόν σεσηπότα
Αλλά τώρα με υπερεβάρυνεν· ηρήμωσας πάσαν την συνοδίαν μου.
8 καὶ ἐπελάβου μου εἰς μαρτύριον ἐγενήθη καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου κατὰ πρόσωπόν μου ἀνταπεκρίθη
Και αι ρυτίδες με τας οποίας με εσημείωσας, είναι μαρτυρία· και η ισχνότης μου ανισταμένη εις εμέ, μαρτυρεί επί του προσώπου μου.
9 ὀργῇ χρησάμενος κατέβαλέν με ἔβρυξεν ἐπ’ ἐμὲ τοὺς ὀδόντας βέλη πειρατῶν αὐτοῦ ἐπ’ ἐμοὶ ἔπεσεν
Με διασπαράττει ο εχθρός μου εν τω θυμώ αυτού και με μισεί· τρίζει τους οδόντας αυτού εναντίον μου· οξύνει τους οφθαλμούς αυτού επ' εμέ.
10 ἀκίσιν ὀφθαλμῶν ἐνήλατο ὀξεῖ ἔπαισέν με εἰς σιαγόνα ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ’ ἐμοί
Ανοίγουσι το στόμα αυτών κατ' εμού· με τύπτουσι κατά της σιαγόνος υβριστικώς· συνήχθησαν ομού επ' εμέ.
11 παρέδωκεν γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με
Ο Θεός με παρέδωκεν εις τον άδικον, και με έρριψεν εις χείρας ασεβών.
12 εἰρηνεύοντα διεσκέδασέν με λαβών με τῆς κόμης διέτιλεν κατέστησέν με ὥσπερ σκοπόν
Ήμην εν ησυχία, και με κατεσπάραξε· και πιάσας με από του τραχήλου, με κατεσύντριψε, και με έθεσε σκοπόν αυτού.
13 ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου
Οι τοξόται αυτού με περιεκύκλωσαν· διαπερά τα νεφρά μου, και δεν φείδεται· εκχέει την χολήν μου επί την γην.
14 κατέβαλόν με πτῶμα ἐπὶ πτώματι ἔδραμον πρός με δυνάμενοι
Με συντρίβει με πληγήν επί πληγήν· έδραμεν επ' εμέ ως γίγας.
15 σάκκον ἔρραψα ἐπὶ βύρσης μου τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη
Σάκκον έρραψα επί το δέρμα μου, και εμόλυνα το κέρας μου με χώμα.
16 ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ ἐπὶ δὲ βλεφάροις μου σκιά
Το πρόσωπόν μου κατεκάη υπό του κλαυθμού, και σκιά θανάτου είναι επί των βλεφάρων μου·
17 ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου εὐχὴ δέ μου καθαρά
ενώ αδικία δεν υπάρχει εν ταις χερσί μου, και η προσευχή μου είναι καθαρά.
18 γῆ μὴ ἐπικαλύψῃς ἐφ’ αἵματι τῆς σαρκός μου μηδὲ εἴη τόπος τῇ κραυγῇ μου
Ω γη, μη σκεπάσης το αίμα μου, και ας μη υπάρχη τόπος διά την κραυγήν μου,
19 καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις
και τώρα, ιδού, ο μάρτυς μου είναι εν τω ουρανώ, και η μαρτυρία μου εν τοις υψίστοις.
20 ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός
Οι φίλοι μου είναι οι εμπαίζοντές με· ο οφθαλμός μου σταλάζει δάκρυα προς τον Θεόν.
21 εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ
Να ήτο δυνατόν να διαδικάζηταί τις προς τον Θεόν, ως άνθρωπος προς τον πλησίον αυτού.
22 ἔτη δὲ ἀριθμητὰ ἥκασιν ὁδῷ δέ ᾗ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι
Διότι ήλθον τα ηριθμημένα έτη· και θέλω υπάγει την οδόν, οπόθεν δεν θέλω επιστρέψει.

< Ἰώβ 16 >