< Ἰώβ 16 >

1 ὑπολαβὼν δὲ Ιωβ λέγει
約伯回答說:
2 ἀκήκοα τοιαῦτα πολλά παρακλήτορες κακῶν πάντες
像這樣的話,我聽了許多;你們的安慰反使人煩惱。
3 τί γάρ μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ
這些風涼話何時了﹖或者有什麼事迫你非說不可﹖
4 κἀγὼ καθ’ ὑμᾶς λαλήσω εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς εἶτ’ ἐναλοῦμαι ὑμῖν ῥήμασιν κινήσω δὲ καθ’ ὑμῶν κεφαλήν
若是你們處在我的境遇中,我也會說像你們所說的話,也會花言巧語譏笑你們,向你們搖頭。
5 εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου κίνησιν δὲ χειλέων οὐ φείσομαι
我也會以口舌寬慰你們,搖唇鼓舌來減輕你們的痛苦。
6 ἐὰν γὰρ λαλήσω οὐκ ἀλγήσω τὸ τραῦμα ἐὰν δὲ καὶ σιωπήσω τί ἔλαττον τρωθήσομαι
我若講話,痛苦並不停止;我若閉口不言,難道痛苦就離開我﹖
7 νῦν δὲ κατάκοπόν με πεποίηκεν μωρόν σεσηπότα
現今天主的確叫我厭倦,使我每個親人都遠離了我;
8 καὶ ἐπελάβου μου εἰς μαρτύριον ἐγενήθη καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου κατὰ πρόσωπόν μου ἀνταπεκρίθη
使我憔悴,以指證我;使我消瘦,當面非難我。
9 ὀργῇ χρησάμενος κατέβαλέν με ἔβρυξεν ἐπ’ ἐμὲ τοὺς ὀδόντας βέλη πειρατῶν αὐτοῦ ἐπ’ ἐμοὶ ἔπεσεν
他在憤怒中撕裂我,窘迫我,向我咬牙切齒;我仇人鋒利的眼睛常盯著我。
10 ἀκίσιν ὀφθαλμῶν ἐνήλατο ὀξεῖ ἔπαισέν με εἰς σιαγόνα ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ’ ἐμοί
他們張開大口想吞噬我,責罵著打我的面頰,一起擁上前來攻擊我。
11 παρέδωκεν γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με
天主將我交於不義之人,將我丟在惡人手中。
12 εἰρηνεύοντα διεσκέδασέν με λαβών με τῆς κόμης διέτιλεν κατέστησέν με ὥσπερ σκοπόν
我原來安寧,他卻折磨我,抓住我的脖子,粉碎我,又拿我當作他的箭靶。
13 ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου
他的箭矢四面射擊我,射穿我的腰,毫不留情,使我的膽傾流於地。
14 κατέβαλόν με πτῶμα ἐπὶ πτώματι ἔδραμον πρός με δυνάμενοι
他將我撕裂粉碎,有如武士向我跑來。
15 σάκκον ἔρραψα ἐπὶ βύρσης μου τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη
我縫麻衣包裹我的皮膚,使我額角插入塵土。
16 ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ ἐπὶ δὲ βλεφάροις μου σκιά
我的臉因哭泣發紅,我睫眉間滿是暗影;
17 ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου εὐχὴ δέ μου καθαρά
我的手雖沒有行過殘暴的事,而我的祈禱,又往往純正。
18 γῆ μὴ ἐπικαλύψῃς ἐφ’ αἵματι τῆς σαρκός μου μηδὲ εἴη τόπος τῇ κραυγῇ μου
地啊! 不要掩蓋我的血。願我的呼聲無休息的餘地!
19 καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις
看啊! 連現今在天上有我的見證,在高處有我的中保。
20 ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός
我的哀號上徹於天,在天主前我的雙目流淚不止。
21 εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ
惟願人與天主之間有一中人,猶如人與人之間一樣!
22 ἔτη δὲ ἀριθμητὰ ἥκασιν ὁδῷ δέ ᾗ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι
因為我的年數將盡,快要走上那條一去不返的路途。

< Ἰώβ 16 >