< Ἰώβ 13 >
1 ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς
Lo, mine eye has seen all this, mine ear has heard and understood it.
2 καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν
What all of you know, the same do I know also: I am not inferior unto you.
3 οὐ μὴν δὲ ἀλλ’ ἐγὼ πρὸς κύριον λαλήσω ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται
Surely I would speak to the Almighty, and I desire to reason with God.
4 ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες
But all of you are forgers of lies, all of you are all physicians of no value.
5 εἴη δὲ ὑμῖν κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν
O that all of you would altogether hold your peace! and it should be your wisdom.
6 ἀκούσατε ἔλεγχον στόματός μου κρίσιν δὲ χειλέων μου προσέχετε
Hear now my reasoning, and hearken to the pleadings of my lips.
7 πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον
Will all of you speak wickedly for God? and talk deceitfully for him?
8 ἦ ὑποστελεῖσθε ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε
Will all of you accept his person? will all of you contend for God?
9 καλόν γε ἐὰν ἐξιχνιάσῃ ὑμᾶς εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ
Is it good that he should search you out? or as one man mocks another, do all of you so mock him?
10 οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε
He will surely reprove you, if all of you do secretly accept persons.
11 πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς φόβος δὲ παρ’ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν
Shall not his excellency make you afraid? and his dread fall upon you?
12 ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ τὸ δὲ σῶμα πήλινον
Your remembrances are like unto ashes, your bodies to bodies of clay.
13 κωφεύσατε ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ
Hold your peace, let me alone, that I may speak, and let come on me what will.
14 ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν ψυχὴν δέ μου θήσω ἐν χειρί
Wherefore do I take my flesh in my teeth, and put my life in mine hand?
15 ἐάν με χειρώσηται ὁ δυνάστης ἐπεὶ καὶ ἦρκται ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ
Though he slay me, yet will I trust in him: but I will maintain mine own ways before him.
16 καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται
He also shall be my salvation: for an hypocrite shall not come before him.
17 ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων
Hear diligently my speech, and my declaration with your ears.
18 ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι
Behold now, I have ordered my cause; I know that I shall be justified.
19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω
Who is he that will plead with me? for now, if I hold my tongue, I shall give up the spirit.
20 δυεῖν δέ μοι χρήσῃ τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι
Only do not two things unto me: then will I not hide myself from you.
21 τὴν χεῖρα ἀπ’ ἐμοῦ ἀπέχου καὶ ὁ φόβος σου μή με καταπλησσέτω
Withdraw your hand far from me: and let not your dread make me afraid.
22 εἶτα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι ἢ λαλήσεις ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν
Then call you, and I will answer: or let me speak, and answer you me.
23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου δίδαξόν με τίνες εἰσίν
How many are mine iniquities and sins? make me to know my transgression and my sin.
24 διὰ τί ἀπ’ ἐμοῦ κρύπτῃ ἥγησαι δέ με ὑπεναντίον σοι
Wherefore hide you your face, and hold me for your enemy?
25 ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι
Will you break a leaf driven back and forth? and will you pursue the dry stubble?
26 ὅτι κατέγραψας κατ’ ἐμοῦ κακά περιέθηκας δέ μοι νεότητος ἁμαρτίας
For you write bitter things against me, and make me to possess the iniquities of my youth.
27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι ἐφύλαξας δέ μου πάντα τὰ ἔργα εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου
You put my feet also in the stocks, and look narrowly unto all my paths; you set a print upon the heels of my feet.
28 ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον
And he, as a rotten thing, consumes, as a garment that is moth eaten.