< Ἰώβ 1 >
1 ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αυσίτιδι ᾧ ὄνομα Ιωβ καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός ἄμεμπτος δίκαιος θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος
Άνθρωπος τις ήτο εν τη γη της Αυσίτιδος ονομαζόμενος Ιώβ· και ο άνθρωπος ούτος ήτο άμεμπτος και ευθύς και φοβούμενος τον Θεόν και απεχόμενος από κακού.
2 ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς
Και εγεννήθησαν εις αυτόν επτά υιοί και τρεις θυγατέρες.
3 καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια κάμηλοι τρισχίλιαι ζεύγη βοῶν πεντακόσια ὄνοι θήλειαι νομάδες πεντακόσιαι καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν
Και ήσαν τα κτήνη αυτού επτακισχίλια πρόβατα και τρισχίλιαι κάμηλοι και πεντακόσια ζεύγη βοών και πεντακόσιαι όνοι και πλήθος πολύ υπηρετών· και ήτο ο άνθρωπος εκείνος ο μεγαλήτερος πάντων των κατοίκων της Ανατολής.
4 συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθ’ ἑκάστην ἡμέραν συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ’ αὐτῶν
Και υπήγαινον οι υιοί αυτού και έκαμνον συμπόσια εν ταις οικίαις αυτών, έκαστος κατά την ημέραν αυτού, και έστελλον και προσεκάλουν τας τρεις αδελφάς αυτών διά να τρώγωσι και να πίνωσι μετ' αυτών.
5 καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου ἀπέστελλεν Ιωβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωὶ καὶ προσέφερεν περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν ἔλεγεν γὰρ Ιωβ μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς θεόν οὕτως οὖν ἐποίει Ιωβ πάσας τὰς ἡμέρας
Και ότε ετελείονον αι ημέραι του συμποσίου, έστελλεν ο Ιώβ και ηγίαζεν αυτούς, και εξεγειρόμενος πρωΐ προσέφερεν ολοκαυτώματα κατά τον αριθμόν πάντων αυτών· διότι έλεγεν ο Ιώβ, Μήπως οι υιοί μου ημάρτησαν και εβλασφήμησαν τον Θεόν εν τη καρδία αυτών. Ούτως έκαμνεν ο Ιώβ, πάντοτε.
6 καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου καὶ ὁ διάβολος ἦλθεν μετ’ αὐτῶν
Ημέραν δε τινά ήλθον οι υιοί του Θεού διά να παρασταθώσιν ενώπιον του Κυρίου, και μεταξύ αυτών ήλθε και ο Σατανάς.
7 καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ πόθεν παραγέγονας καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν πάρειμι
Και είπεν ο Κύριος προς τον Σατανάν, Πόθεν έρχεσαι; Και ο Σατανάς απεκρίθη προς τον Κύριον και είπε, Περιελθών την γην και εμπεριπατήσας εν αυτή πάρειμι.
8 καὶ εἶπεν αὐτῷ ὁ κύριος προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ιωβ ὅτι οὐκ ἔστιν κατ’ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος ἀληθινός θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος
Και είπεν ο Κύριος προς τον Σατανάν, Έβαλες τον νούν σου επί τον δούλον μου Ιώβ, ότι δεν υπάρχει όμοιος αυτού εν τη γη, άνθρωπος άμεμπτος και ευθύς, φοβούμενος τον Θεόν και απεχόμενος από κακού;
9 ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου μὴ δωρεὰν σέβεται Ιωβ τὸν θεόν
Και απεκρίθη ο Σατανάς προς τον Κύριον και είπε, Μήπως δωρεάν φοβείται ο Ιώβ τον Θεόν;
10 οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς
δεν περιέφραξας κυκλόθεν αυτόν και την οικίαν αυτού και πάντα όσα έχει; τα έργα των χειρών αυτού ευλόγησας, και τα κτήνη αυτού επληθύνθησαν επί της γής·
11 ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει
πλην τώρα έκτεινον την χείρα σου και έγγισον πάντα όσα έχει, διά να ίδης εάν δεν σε βλασφημήση κατά πρόσωπον.
12 τότε εἶπεν ὁ κύριος τῷ διαβόλῳ ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου ἀλλὰ αὐτοῦ μὴ ἅψῃ καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου
Και είπεν ο Κύριος προς τον Σατανάν, Ιδού, εις την χείρα σου πάντα όσα έχει· μόνον επ' αυτόν μη επιβάλης την χείρα σου. Και εξήλθεν ο Σατανάς απ' έμπροσθεν του Κυρίου.
13 καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη οἱ υἱοὶ Ιωβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου
Ημέραν δε τινά οι υιοί αυτού και αι θυγατέρες αυτού έτρωγον και έπινον οίνον εν τη οικία του αδελφού αυτών του πρωτοτόκου.
14 καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ιωβ καὶ εἶπεν αὐτῷ τὰ ζεύγη τῶν βοῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν
Και ήλθε μηνυτής προς τον Ιώβ και είπεν, Οι βόες ηροτρίαζον και αι όνοι έβοσκον πλησίον αυτών·
15 καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
και επέπεσαν οι Σαβαίοι και ήρπασαν αυτά· και τους δούλους επάταξαν εν στόματι μαχαίρας· και εγώ μόνος διεσώθην διά να σοι απαγγείλω.
16 ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
Ενώ ούτος έτι ελάλει, ήλθε και άλλος και είπε, Πυρ Θεού έπεσεν εξ ουρανού και έκαυσε τα πρόβατα και τους δούλους και κατέφαγεν αυτούς· και εγώ μόνος διεσώθην διά να σοι απαγγείλω.
17 ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
Ενώ ούτος έτι ελάλει, ήλθε και άλλος και είπεν, Οι Χαλδαίοι έκαμον τρεις λόχους και εφώρμησαν εις τας καμήλους και ήρπασαν αυτάς· και τους δούλους επάταξαν εν στόματι μαχαίρας· και εγώ μόνος διεσώθην διά να σοι απαγγείλω.
18 ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ιωβ τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ
Ενώ ούτος έτι ελάλει, ήλθε και άλλος και είπεν, Οι υιοί σου και αι θυγατέρες σου έτρωγον και έπινον οίνον εν τη οικία του αδελφού αυτών του πρωτοτόκου·
19 ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
και ιδού, ήλθε μέγας άνεμος εκ του πέραν της ερήμου και προσέβαλε τας τέσσαρας γωνίας του οίκου και έπεσεν επί τα παιδία, και απέθανον· και εγώ μόνος διεσώθην διά να σοι απαγγείλω.
20 οὕτως ἀναστὰς Ιωβ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ καὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἶπεν
Τότε σηκωθείς ο Ιώβ διέσχισε το επένδυμα αυτού και εξύρισε την κεφαλήν αυτού και έπεσεν επί την γην και προσεκύνησε,
21 αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ ὁ κύριος ἔδωκεν ὁ κύριος ἀφείλατο ὡς τῷ κυρίῳ ἔδοξεν οὕτως καὶ ἐγένετο εἴη τὸ ὄνομα κυρίου εὐλογημένον
και είπε, Γυμνός εξήλθον εκ κοιλίας μητρός μου και γυμνός θέλω επιστρέψει εκεί· ο Κύριος έδωκε και ο Κύριος αφήρεσεν· είη το όνομα Κυρίου ευλογημένον.
22 ἐν τούτοις πᾶσιν τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ιωβ ἐναντίον τοῦ κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ
Εν πάσι τούτοις δεν ημάρτησεν ο Ιώβ και δεν έδωκεν αφροσύνην εις τον Θεόν.