< Ἱερεμίας 6 >

1 ἐνισχύσατε υἱοὶ Βενιαμιν ἐκ μέσου τῆς Ιερουσαλημ καὶ ἐν Θεκουε σημάνατε σάλπιγγι καὶ ὑπὲρ Βαιθαχαρμα ἄρατε σημεῖον ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ καὶ συντριβὴ μεγάλη γίνεται
Υιοί Βενιαμίν, φύγετε μετά σπουδής εκ μέσου της Ιερουσαλήμ και ηχήσατε σάλπιγγα εν Θεκουέ και υψώσατε σημείον εκ πυρός εν Βαιθ-ακκερέμ· διότι κακόν προκύπτει από βορρά και συντριμμός μέγας.
2 καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου θύγατερ Σιων
Παρωμοίασα την θυγατέρα της Σιών με χαρίεσσαν και τρυφεράν γυναίκα.
3 εἰς αὐτὴν ἥξουσιν ποιμένες καὶ τὰ ποίμνια αὐτῶν καὶ πήξουσιν ἐπ’ αὐτὴν σκηνὰς κύκλῳ καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ
Οι ποιμένες και τα ποίμνια αυτών θέλουσιν ελθεί εις αυτήν· θέλουσι στήσει σκηνάς κύκλω εναντίον αυτής· θέλουσι ποιμαίνει έκαστος εν τω τόπω αυτού.
4 παρασκευάσασθε ἐπ’ αὐτὴν εἰς πόλεμον ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτὴν μεσημβρίας οὐαὶ ἡμῖν ὅτι κέκλικεν ἡ ἡμέρα ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας
Ετοιμάσατε πόλεμον κατ' αυτής· σηκώθητε και ας αναβώμεν εν μεσημβρία. Ουαί εις ημάς, διότι κλίνει η ημέρα, διότι εκτείνονται αι σκιαί της εσπέρας.
5 ἀνάστητε καὶ ἀναβῶμεν ἐν τῇ νυκτὶ καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς
Σηκώθητε και ας αναβώμεν διά νυκτός και ας καταστρέψωμεν τα παλάτια αυτής.
6 ὅτι τάδε λέγει κύριος ἔκκοψον τὰ ξύλα αὐτῆς ἔκχεον ἐπὶ Ιερουσαλημ δύναμιν ὦ πόλις ψευδής ὅλη καταδυναστεία ἐν αὐτῇ
Διότι ούτω λέγει ο Κύριος των δυνάμεων· Κατακόψατε δένδρα και υψώσατε περιχαρακώματα εναντίον της Ιερουσαλήμ. Αύτη είναι η πόλις, εφ' ην πρέπει να γείνη επίσκεψις· είναι όλη καταδυναστεία εν μέσω αυτής.
7 ὡς ψύχει λάκκος ὕδωρ οὕτως ψύχει κακία αὐτῆς ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός πόνῳ καὶ μάστιγι
Καθώς η πηγή αναβρύει τα ύδατα αυτής, ούτως αυτή αναβρύει την κακίαν αυτής· βία και αρπαγή ακούονται εν αυτή· ενώπιόν μου ακαταπαύστως είναι πόνος και πληγαί.
8 παιδευθήσῃ Ιερουσαλημ μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ μὴ ποιήσω σε ἄβατον γῆν ἥτις οὐ κατοικηθήσεται
Σωφρονίσθητι, Ιερουσαλήμ, μήποτε αποσυρθή η ψυχή μου από σού· μήποτε σε καταστήσω έρημον, γην ακατοίκητον.
9 ὅτι τάδε λέγει κύριος καλαμᾶσθε καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ισραηλ ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ
Ούτω λέγει ο Κύριος των δυνάμεων· θέλουσι σταφυλολογήσει ολοτελώς ως άμπελον τα υπόλοιπα του Ισραήλ· επίστρεψον την χείρα σου ως ο τρυγητής εις τα καλάθια.
10 πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι καὶ ἀκούσεται ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν καὶ οὐ δύνανται ἀκούειν ἰδοὺ τὸ ῥῆμα κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι
Προς τίνα θέλω λαλήσει και διαμαρτυρηθή, διά να ακούσωσιν; ιδού, το ωτίον αυτών είναι απερίτμητον και δεν δύνανται να ακούσωσιν· ιδού, ο λόγος του Κυρίου είναι προς αυτούς όνειδος· δεν ηδύνονται εις αυτόν.
11 καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα ὅτι ἀνὴρ καὶ γυνὴ συλλημφθήσονται πρεσβύτερος μετὰ πλήρους ἡμερῶν
Διά τούτο είμαι πλήρης από θυμού του Κυρίου· απέκαμον κρατών εμαυτόν· θέλω εκχέει αυτόν επί τα νήπια έξωθεν και επί την σύναξιν των νέων ομού· διότι και ο ανήρ θέλει πιασθή μετά της γυναικός και ο ηλικιωμένος μετά του πλήρους ημερών.
12 καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην λέγει κύριος
Και αι οικίαι αυτών θέλουσι περάσει εις άλλους, οι αγροί και αι γυναίκες ομού, διότι θέλω εκτείνει την χείρα μου επί τους κατοίκους της γης, λέγει Κύριος.
13 ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ
Διότι από μικρού αυτών έως μεγάλου αυτών πας τις εδόθη εις την πλεονεξίαν· και από προφήτου έως ιερέως πας τις πράττει ψεύδος.
14 καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ μου ἐξουθενοῦντες καὶ λέγοντες εἰρήνη εἰρήνη καὶ ποῦ ἐστιν εἰρήνη
Και ιάτρευσαν το σύντριμμα της θυγατρός του λαού μου επιπολαίως, λέγοντες, Ειρήνη, ειρήνη· και δεν υπάρχει ειρήνη.
15 κατῃσχύνθησαν ὅτι ἐξελίποσαν καὶ οὐδ’ ὧς καταισχυνόμενοι κατῃσχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται εἶπεν κύριος
Μήπως ησχύνθησαν, ότε έπραξαν βδέλυγμα; μάλιστα παντελώς δεν ησχύνθησαν ουδέ ηρυθρίασαν· διά τούτο θέλουσι πέσει μεταξύ των πιπτόντων· όταν επισκεφθώ αυτούς, θέλουσιν απολεσθή, είπε Κύριος.
16 τάδε λέγει κύριος στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή καὶ βαδίζετε ἐν αὐτῇ καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν καὶ εἶπαν οὐ πορευσόμεθα
Ούτω λέγει Κύριος· Στήτε επί τας οδούς και ιδέτε και ερωτήσατε περί των αιωνίων τρίβων, που είναι η αγαθή οδός, και περιπατείτε εν αυτή, και θέλετε ευρεί ανάπαυσιν εις τας ψυχάς σας. Αλλ' αυτοί είπον, δεν θέλομεν περιπατήσει εν αυτή.
17 κατέστακα ἐφ’ ὑμᾶς σκοπούς ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος καὶ εἶπαν οὐκ ἀκουσόμεθα
Και κατέστησα σκοπούς εφ' υμάς, λέγων, Ακούσατε τον ήχον της σάλπιγγος. Αλλ' είπον, δεν θέλομεν ακούσει.
18 διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν
Διά τούτο ακούσατε, έθνη, και συ, συναγωγή, γνώρισον τι είναι μεταξύ αυτών.
19 ἄκουε γῆ ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά τὸν καρπὸν ἀποστροφῆς αὐτῶν ὅτι τῶν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο
Άκουε, γή· ιδού, εγώ θέλω φέρει κακόν επί τον λαόν τούτον, τον καρπόν των διαλογισμών αυτών, διότι δεν επρόσεξαν εις τους λόγους μου και εις τον νόμον μου, αλλ' απέρριψαν αυτόν.
20 ἵνα τί μοι λίβανον ἐκ Σαβα φέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν τὰ ὁλοκαυτώματα ὑμῶν οὔκ εἰσιν δεκτά καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι
Τι προς εμέ ο φερόμενος λίβανος από Σεβά και το από γης μακράς ευώδες κιννάμωμον; τα ολοκαυτώματά σας δεν είναι δεκτά ουδέ αι θυσίαι σας ευάρεστοι εις εμέ.
21 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται
Διά τούτο ούτω λέγει Κύριος· Ιδού, εγώ θέλω βάλει προσκόμματα έμπροσθεν του λαού τούτου και οι πατέρες και οι υιοί ομού θέλουσι προσκόψει επ' αυτά, ο γείτων και ο φίλος αυτού θέλουσιν απολεσθή.
22 τάδε λέγει κύριος ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ καὶ ἔθνη ἐξεγερθήσεται ἀπ’ ἐσχάτου τῆς γῆς
Ούτω λέγει ο Κύριος· Ιδού, λαός έρχεται από της γης του βορρά, και έθνος μέγα θέλει εγερθή από των άκρων της γης.
23 τόξον καὶ ζιβύνην κρατήσουσιν ἰταμός ἐστιν καὶ οὐκ ἐλεήσει φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα ἐφ’ ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ θύγατερ Σιων
Τόξον και λόγχην θέλουσι κρατεί· είναι σκληροί και ανίλεοι· φωνή αυτών εκεί ως θάλασσα, και επιβαίνουσιν επί ίππους, παρατεταγμένοι ως άνδρες εις πόλεμον εναντίον σου, θυγάτηρ της Σιών.
24 ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν παρελύθησαν αἱ χεῖρες ἡμῶν θλῖψις κατέσχεν ἡμᾶς ὠδῖνες ὡς τικτούσης
Ηκούσαμεν την φήμην αυτών· αι χείρες ημών παρελύθησαν· στενοχωρία κατέλαβεν ημάς, ωδίνες ως τικτούσης.
25 μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν
Μη εξέλθητε εις τον αγρόν και εν οδώ μη περιπατείτε· διότι η ρομφαία του εχθρού είναι τρόμος πανταχόθεν.
26 θύγατερ λαοῦ μου περίζωσαι σάκκον κατάπασαι ἐν σποδῷ πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ κοπετὸν οἰκτρόν ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ’ ὑμᾶς
Θυγάτηρ του λαού μου, περιζώσθητι σάκκον και κυλίσθητι εις στάκτην· πένθος μονογενούς κάμε εις σεαυτήν· θρήνησον πικρώς· διότι ο εξολοθρευτής θέλει ελθεί εξαίφνης εφ' ημάς.
27 δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν
Σε έθεσα σκοπιάν, φρούριον μεταξύ του λαού μου, διά να γνωρίσης και να εξερευνήσης την οδόν αυτών.
28 πάντες ἀνήκοοι πορευόμενοι σκολιῶς χαλκὸς καὶ σίδηρος πάντες διεφθαρμένοι εἰσίν
Πάντες είναι όλως απειθείς, περιπατούσι κακολογούντες· είναι χαλκός και σίδηρος· πάντες είναι διεφθαρμένοι.
29 ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρός ἐξέλιπεν μόλιβος εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ πονηρία αὐτῶν οὐκ ἐτάκη
Το φυσητήριον εκαύθη· ο μόλυβδος κατηναλώθη υπό του πυρός· ο χωνευτής διαλύει εις μάτην· διότι οι κακοί δεν εχωρίσθησαν.
30 ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος
Αργύριον αποδεδοκιμασμένον θέλουσιν ονομάσει αυτούς, διότι ο Κύριος απεδοκίμασεν αυτούς.

< Ἱερεμίας 6 >