< Ἱερεμίας 47 >
1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ὕστερον μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδαν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμαν ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις ἐν μέσῳ ἀποικίας Ιουδα τῶν ἠγμένων εἰς Βαβυλῶνα
在法郎尚未進攻迦薩以前,關於培肋舍特,上主有話傳給耶肋米亞先知說:
2 καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ κύριος ὁ θεός σου ἐλάλησεν τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον
上主這樣說:「看,有水從北方湧來,形成一條氾濫的河流,淹沒大地和地上的一切,首都和其中的居民;人們必要喊叫,大地所有的居民必要哀號。
3 καὶ ἐποίησεν κύριος ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς
一聽到他駿馬的鐵蹄聲,轔轔的戰車聲,和隆隆的飛輪聲,為父親的已束手無策,不能再顧及自己的兒子,
4 ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ’ ἐμοῦ εἰς Βαβυλῶνα ἧκε καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ
因為消滅一切培肋舍特人,和摧毀提洛及漆冬一切殘餘助手的日子來到了,上主要消滅培肋舍特人,加非托爾島的遺民
5 εἰ δὲ μή ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαφαν ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ιουδα καὶ οἴκησον μετ’ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Ιουδα εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι πορεύου καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν
迦薩已一片荒涼,阿市刻隆已遭受滅亡;阿納克人的遺民,你們要割傷己身到何時呢﹖
6 καὶ ἦλθεν πρὸς Γοδολιαν εἰς Μασσηφα καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῇ
唉! 上主的刀劍! 到何時纔休息﹖請你入鞘休息安歇罷!
7 καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολιαν ἐν τῇ γῇ καὶ παρεκατέθετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα
但上主既對它出了命,它怎能休息﹖阿市刻隆和海濱,是他給它指向的地方。
8 καὶ ἦλθεν πρὸς Γοδολιαν εἰς Μασσηφα Ισμαηλ υἱὸς Ναθανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θαναεμεθ καὶ υἱοὶ Ωφε τοῦ Νετωφατι καὶ Ιεζονιας υἱὸς τοῦ Μοχατι αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν
9 καὶ ὤμοσεν αὐτοῖς Γοδολιας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων μὴ φοβηθῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος καὶ βέλτιον ἔσται ὑμῖν
10 καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφα στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων οἳ ἂν ἔλθωσιν ἐφ’ ὑμᾶς καὶ ὑμεῖς συναγάγετε οἶνον καὶ ὀπώραν καὶ συναγάγετε ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε
11 καὶ πάντες οἱ Ιουδαῖοι οἱ ἐν γῇ Μωαβ καὶ ἐν υἱοῖς Αμμων καὶ οἱ ἐν τῇ Ιδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ Ιουδα καὶ ὅτι κατέστησεν ἐπ’ αὐτοὺς τὸν Γοδολιαν υἱὸν Αχικαμ
12 καὶ ἦλθον πρὸς Γοδολιαν εἰς γῆν Ιουδα εἰς Μασσηφα καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον
13 καὶ Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλθον πρὸς Γοδολιαν εἰς Μασσηφα
14 καὶ εἶπαν αὐτῷ εἰ γνώσει γινώσκεις ὅτι Βελισα βασιλεὺς υἱῶν Αμμων ἀπέστειλεν πρὸς σὲ τὸν Ισμαηλ πατάξαι σου ψυχήν καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολιας
15 καὶ Ιωαναν εἶπεν τῷ Γοδολια κρυφαίως ἐν Μασσηφα πορεύσομαι δὴ καὶ πατάξω τὸν Ισμαηλ καὶ μηθεὶς γνώτω μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ιουδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ιουδα
16 καὶ εἶπεν Γοδολιας πρὸς Ιωαναν μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο ὅτι ψευδῆ σὺ λέγεις περὶ Ισμαηλ