< Ἱερεμίας 45 >

1 καὶ ἤκουσεν Σαφατιας υἱὸς Μαθαν καὶ Γοδολιας υἱὸς Πασχωρ καὶ Ιωαχαλ υἱὸς Σελεμιου τοὺς λόγους οὓς ἐλάλει Ιερεμιας ἐπὶ τὸν λαὸν λέγων
ユダの王ヨシヤの子ヱホヤキムの四年ネリヤの子バルクが此等の言をヱレミヤの口にしたがひて書に錄せしとき預言者ヱレミヤこれに語りていひけるは
2 οὕτως εἶπεν κύριος ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρεμα καὶ ζήσεται
バルクよイスラエルの神ヱホバ汝にかくいひ給ふ
3 ὅτι οὕτως εἶπεν κύριος παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος καὶ συλλήμψεται αὐτήν
汝曾ていへり嗚呼我は禍なるかなヱホバ我憂に悲を加へたまへり我は歎きて疲れ安きをえずと
4 καὶ εἶπαν τῷ βασιλεῖ ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλ’ ἢ πονηρά
汝かく彼に語れヱホバかくいひたまふ視よわれ我建しところの者を毀ち我植しところの者を拔ん是この全地なり
5 καὶ εἶπεν ὁ βασιλεύς ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς
汝己れの爲に大なる事を求むるかこれを求むる勿れ視よわれ災をすべての民に降さん然ど汝の生命は我汝のゆかん諸の處にて汝の掠物とならしめんとヱホバいひたまふ
6 καὶ ἔρριψαν αὐτὸν εἰς τὸν λάκκον Μελχιου υἱοῦ τοῦ βασιλέως ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ’ ἢ βόρβορος καὶ ἦν ἐν τῷ βορβόρῳ
7 καὶ ἤκουσεν Αβδεμελεχ ὁ Αἰθίοψ καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως ὅτι ἔδωκαν Ιερεμιαν εἰς τὸν λάκκον καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμιν
8 καὶ ἐξῆλθεν πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἶπεν
9 ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει
10 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Αβδεμελεχ λέγων λαβὲ εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου ἵνα μὴ ἀποθάνῃ
11 καὶ ἔλαβεν Αβδεμελεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς Ιερεμιαν εἰς τὸν λάκκον
12 καὶ εἶπεν ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων καὶ ἐποίησεν Ιερεμιας οὕτως
13 καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου καὶ ἐκάθισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς
14 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ασελισι τὴν ἐν οἴκῳ κυρίου καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἐρωτήσω σε λόγον καὶ μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ ῥῆμα
15 καὶ εἶπεν Ιερεμιας τῷ βασιλεῖ ἐὰν ἀναγγείλω σοι οὐχὶ θανάτῳ με θανατώσεις καὶ ἐὰν συμβουλεύσω σοι οὐ μὴ ἀκούσῃς μου
16 καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων ζῇ κύριος ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων
17 καὶ εἶπεν αὐτῷ Ιερεμιας οὕτως εἶπεν κύριος ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος καὶ ζήσεται ἡ ψυχή σου καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου
18 καὶ ἐὰν μὴ ἐξέλθῃς δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων καὶ καύσουσιν αὐτὴν ἐν πυρί καὶ σὺ οὐ μὴ σωθῇς
19 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ιερεμια ἐγὼ λόγον ἔχω τῶν Ιουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους μὴ δώσειν με εἰς χεῖρας αὐτῶν καὶ καταμωκήσονταί μου
20 καὶ εἶπεν Ιερεμιας οὐ μὴ παραδῶσίν σε ἄκουσον τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω πρὸς σέ καὶ βέλτιον ἔσται σοι καὶ ζήσεται ἡ ψυχή σου
21 καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν οὗτος ὁ λόγος ὃν ἔδειξέν μοι κύριος
22 καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ιουδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος καὶ αὗται ἔλεγον ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν πόδας σου ἀπέστρεψαν ἀπὸ σοῦ
23 καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους καὶ σὺ οὐ μὴ σωθῇς ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλλημφθήσῃ καὶ ἡ πόλις αὕτη κατακαυθήσεται
24 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων καὶ σὺ οὐ μὴ ἀποθάνῃς
25 καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι καὶ ἔλθωσιν πρὸς σὲ καὶ εἴπωσίν σοι ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι ὁ βασιλεύς μὴ κρύψῃς ἀφ’ ἡμῶν καὶ οὐ μὴ ἀνέλωμέν σε καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς
26 καὶ ἐρεῖς αὐτοῖς ῥίπτω ἐγὼ τὸ ἔλεός μου κατ’ ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ιωναθαν ἀποθανεῖν ἐκεῖ
27 καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Ιερεμιαν καὶ ἠρώτησαν αὐτόν καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς καὶ ἀπεσιώπησαν ὅτι οὐκ ἠκούσθη λόγος κυρίου
28 καὶ ἐκάθισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήμφθη Ιερουσαλημ

< Ἱερεμίας 45 >