< Ἱερεμίας 41 >
1 ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα λέγων
And it cometh to pass, in the seventh month, come hath Ishmael son of Nethaniah, son of Elishama, of the seed royal, and of the chiefs of the king, and ten men with him, unto Gedaliah son of Ahikam, to Mizpah, and they eat there bread together in Mizpah.
2 οὕτως εἶπεν κύριος βάδισον πρὸς Σεδεκιαν βασιλέα Ιουδα καὶ ἐρεῖς αὐτῷ οὕτως εἶπεν κύριος παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί
And Ishmael son of Nethaniah riseth, and the ten men who have been with him, and they smite Gedaliah son of Ahikam, son of Shaphan, with the sword, and he putteth him to death whom the king of Babylon hath appointed over the land.
3 καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήμψει συλλημφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ καὶ οἱ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ
And all the Jews who have been with him, with Gedaliah, in Mizpah, and the Chaldeans who have been found there — the men of war — hath Ishmael smitten.
4 ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου Σεδεκια βασιλεῦ Ιουδα οὕτως λέγει κύριος
And it cometh to pass, on the second day of the putting of Gedaliah to death, (and no one hath known, )
5 ἐν εἰρήνῃ ἀποθανῇ καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου κλαύσονται καὶ σὲ καὶ ὦ αδων κόψονταί σε ὅτι λόγον ἐγὼ ἐλάλησα εἶπεν κύριος
that men come in from Shechem, from Shiloh, and from Samaria — eighty men — with shaven beards, and rent garments, and cutting themselves, and an offering and frankincense in their hand, to bring in to the house of Jehovah.
6 καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ
And Ishmael son of Nethaniah goeth forth to meet them, from Mizpah, going on and weeping, and it cometh to pass, at meeting them, that he saith unto them, 'Come in unto Gedaliah son of Ahikam.'
7 καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα ἐπὶ Λαχις καὶ ἐπὶ Αζηκα ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ιουδα πόλεις ὀχυραί
And it cometh to pass, at their coming in unto the midst of the city, that Ishmael son of Nethaniah doth slaughter them, at the midst of the pit, he and the men who [are] with him.
8 ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν
And ten men have been found among them, and they say unto Ishmael, 'Do not put us to death, for we have things hidden in the field — wheat, and barley, and oil, and honey.' And he forbeareth, and hath not put them to death in the midst of their brethren.
9 τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ τὸν Εβραῖον καὶ τὴν Εβραίαν ἐλευθέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ιουδα
And the pit whither Ishmael hath cast all the carcases of the men whom he hath smitten along with Gedaliah, is that which the king Asa made because of Baasha king of Israel — it hath Ishmael son of Nethaniah filled with the pierced.
10 καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ
And Ishmael taketh captive all the remnant of the people who [are] in Mizpah, the daughters of the king, and all the people who are left in Mizpah, whom Nebuzar-Adan, chief of the executioners, hath committed [to] Gedaliah son of Ahikam, and Ishmael son of Nethaniah taketh them captive, and goeth to pass over unto the sons of Ammon.
11 καὶ ἔωσαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας
And hear doth Johanan son of Kareah, and all the heads of the forces that [are] with him, of all the evil that Ishmael son of Nethaniah hath done,
12 καὶ ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
and they take all the men, and go to fight with Ishmael son of Nethaniah, and they find him at the great waters that [are] in Gibeon.
13 οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας λέγων
And it cometh to pass, when all the people who [are] with Ishmael see Johanan son of Kareah, and all the heads of the forces who [are] with him, that they rejoice.
14 ὅταν πληρωθῇ ἓξ ἔτη ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Εβραῖον ὃς πραθήσεταί σοι καὶ ἐργᾶταί σοι ἓξ ἔτη καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν
And all the people whom Ishmael hath taken captive from Mizpah turn round, yea, they turn back, and go unto Johanan son of Kareah.
15 καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ
And Ishmael son of Nethaniah hath escaped, with eight men, from the presence of Johanan, and he goeth unto the sons of Ammon.
16 καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν ὑμῖν εἰς παῖδας καὶ παιδίσκας
And Johanan son of Kareah, and all the heads of the forces who [are] with him, take all the remnant of the people whom he hath brought back from Ishmael son of Nethaniah, from Mizpah — after he had smitten Gedaliah son of Ahikam — mighty ones, men of war, and women, and infants, and eunuchs, whom he had brought back from Gibeon,
17 διὰ τοῦτο οὕτως εἶπεν κύριος ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς
and they go and abide in the habitations of Chimham, that [are] near Beth-Lehem, to go to enter Egypt,
18 καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου τοὺς μὴ στήσαντας τὴν διαθήκην μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ
from the presence of the Chaldeans, for they have been afraid of them, for Ishmael son of Nethaniah had smitten Gedaliah son of Ahikam, whom the king of Babylon had appointed over the land.
19 τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν
20 καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς
21 καὶ τὸν Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ’ αὐτῶν
22 ἰδοὺ ἐγὼ συντάσσω φησὶν κύριος καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην καὶ πολεμήσουσιν ἐπ’ αὐτὴν καὶ λήμψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ιουδα καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ κατοικούντων