< Ἱερεμίας 30 >

1 τῇ Ιδουμαίᾳ τάδε λέγει κύριος οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμαν ἀπώλετο βουλὴ ἐκ συνετῶν ὤχετο σοφία αὐτῶν
הדבר אשר היה אל ירמיהו מאת יהוה לאמר
2 ἠπατήθη ὁ τόπος αὐτῶν βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδαν ὅτι δύσκολα ἐποίησεν ἤγαγον ἐπ’ αὐτὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην ἐπ’ αὐτόν
כה אמר יהוה אלהי ישראל לאמר כתב לך את כל הדברים אשר דברתי אליך--אל ספר
3 ὅτι τρυγηταὶ ἦλθόν σοι οὐ καταλείψουσίν σοι καταλείμματα ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν
כי הנה ימים באים נאם יהוה ושבתי את שבות עמי ישראל ויהודה אמר יהוה והשבתים אל הארץ אשר נתתי לאבותם--וירשוה
4 ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν κρυβῆναι οὐ μὴ δύνωνται ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ καὶ οὐκ ἔστιν
ואלה הדברים אשר דבר יהוה אל ישראל--ואל יהודה
5 ὑπολείπεσθαι ὀρφανόν σου ἵνα ζήσηται καὶ ἐγὼ ζήσομαι καὶ χῆραι ἐπ’ ἐμὲ πεποίθασιν
כי כה אמר יהוה קול חרדה שמענו--פחד ואין שלום
6 ὅτι τάδε εἶπεν κύριος οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον ἔπιον καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς ὅτι πίνων πίεσαι
שאלו נא וראו אם ילד זכר מדוע ראיתי כל גבר ידיו על חלציו כיולדה ונהפכו כל פנים לירקון
7 ὅτι κατ’ ἐμαυτοῦ ὤμοσα λέγει κύριος ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα
הוי כי גדול היום ההוא--מאין כמהו ועת צרה היא ליעקב וממנה יושע
8 ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν ἀνάστητε εἰς πόλεμον
והיה ביום ההוא נאם יהוה צבאות אשבר עלו מעל צוארך ומוסרותיך אנתק ולא יעבדו בו עוד זרים
9 μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν εὐκαταφρόνητον ἐν ἀνθρώποις
ועבדו את יהוה אלהיהם ואת דוד מלכם אשר אקים להם
10 ἡ παιγνία σου ἐνεχείρησέν σοι ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ ἐκεῖθεν καθελῶ σε
ואתה אל תירא עבדי יעקב נאם יהוה ואל תחת ישראל--כי הנני מושיעך מרחוק ואת זרעך מארץ שבים ושב יעקב ושקט ושאנן ואין מחריד
11 καὶ ἔσται ἡ Ιδουμαία εἰς ἄβατον πᾶς ὁ παραπορευόμενος ἐπ’ αὐτὴν συριεῖ
כי אתך אני נאם יהוה להושיעך כי אעשה כלה בכל הגוים אשר הפצותיך שם אך אתך לא אעשה כלה ויסרתיך למשפט ונקה לא אנקך
12 ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτῆς εἶπεν κύριος παντοκράτωρ οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ ἐνοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου
כי כה אמר יהוה אנוש לשברך--נחלה מכתך
13 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ’ αὐτῆς καὶ τοὺς νεανίσκους ἐπ’ αὐτὴν ἐπιστήσατε ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὗτος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου
אין דן דינך למזור רפאות תעלה אין לך
14 διὰ τοῦτο ἀκούσατε βουλὴν κυρίου ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ιδουμαίαν καὶ λογισμὸν αὐτοῦ ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμαν ἐὰν μὴ συμψησθῶσιν τὰ ἐλάχιστα τῶν προβάτων ἐὰν μὴ ἀβατωθῇ ἐπ’ αὐτὴν κατάλυσις αὐτῶν
כל מאהביך שכחוך אותך לא ידרשו כי מכת אויב הכיתיך מוסר אכזרי--על רב עונך עצמו חטאתיך
15 ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐσείσθη ἡ γῆ καὶ κραυγή σου ἐν θαλάσσῃ ἠκούσθη
מה תזעק על שברך אנוש מכאבך על רב עונך עצמו חטאתיך--עשיתי אלה לך
16 ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ’ ὀχυρώματα αὐτῆς καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς Ιδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης
לכן כל אכליך יאכלו וכל צריך כלם בשבי ילכו והיו שאסיך למשסה וכל בזזיך אתן לבז
17 τοῖς υἱοῖς Αμμων οὕτως εἶπεν κύριος μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ ἢ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει
כי אעלה ארכה לך וממכותיך ארפאך נאם יהוה כי נדחה קראו לך--ציון היא דרש אין לה
18 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀκουτιῶ ἐπὶ Ραββαθ θόρυβον πολέμων καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται καὶ παραλήμψεται Ισραηλ τὴν ἀρχὴν αὐτοῦ
כה אמר יהוה הנני שב שבות אהלי יעקוב ומשכנתיו ארחם ונבנתה עיר על תלה וארמון על משפטו ישב
19 ἀλάλαξον Εσεβων ὅτι ὤλετο Γαι κεκράξατε θυγατέρες Ραββαθ περιζώσασθε σάκκους καὶ ἐπιλημπτεύσασθε καὶ κόψασθε ἐπὶ Μελχομ ὅτι ἐν ἀποικίᾳ βαδιεῖται οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα
ויצא מהם תודה וקול משחקים והרבתים ולא ימעטו והכבדתים ולא יצערו
20 τί ἀγαλλιάσῃ ἐν τοῖς πεδίοις Ενακιμ θύγατερ ἰταμίας ἡ πεποιθυῖα ἐπὶ θησαυροῖς αὐτῆς ἡ λέγουσα τίς εἰσελεύσεται ἐπ’ ἐμέ
והיו בניו כקדם ועדתו לפני תכון ופקדתי על כל לחציו
21 ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ εἶπεν κύριος ἀπὸ πάσης τῆς περιοίκου σου καὶ διασπαρήσεσθε ἕκαστος εἰς πρόσωπον αὐτοῦ καὶ οὐκ ἔσται ὁ συνάγων
והיה אדירו ממנו ומשלו מקרבו יצא והקרבתיו ונגש אלי כי מי הוא זה ערב את לבו לגשת אלי--נאם יהוה
והייתם לי לעם ואנכי אהיה לכם לאלהים
23 τῇ Κηδαρ βασιλίσσῃ τῆς αὐλῆς ἣν ἐπάταξεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος οὕτως εἶπεν κύριος ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδεμ
הנה סערת יהוה חמה יצאה--סער מתגורר על ראש רשעים יחול
24 σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν λήμψονται ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήμψονται ἑαυτοῖς καὶ καλέσατε ἐπ’ αὐτοὺς ἀπώλειαν κυκλόθεν
לא ישוב חרון אף יהוה עד עשתו ועד הקימו מזמות לבו באחרית הימים תתבוננו בה
25 φεύγετε λίαν βαθύνατε εἰς κάθισιν καθήμενοι ἐν τῇ αὐλῇ ὅτι ἐβουλεύσατο ἐφ’ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐφ’ ὑμᾶς λογισμόν
26 ἀνάστηθι καὶ ἀνάβηθι ἐπ’ ἔθνος εὐσταθοῦν καθήμενον εἰς ἀναψυχήν οἷς οὔκ εἰσιν θύραι οὐ βάλανοι οὐ μοχλοί μόνοι καταλύουσιν
27 καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν εἶπεν κύριος
28 καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως αἰῶνος οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου
29 τῇ Δαμασκῷ κατῃσχύνθη Ημαθ καὶ Αρφαδ ὅτι ἤκουσαν ἀκοὴν πονηράν ἐξέστησαν ἐθυμώθησαν ἀναπαύσασθαι οὐ μὴ δύνωνται
30 ἐξελύθη Δαμασκός ἀπεστράφη εἰς φυγήν τρόμος ἐπελάβετο αὐτῆς
31 πῶς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν κώμην ἠγάπησαν
32 διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται φησὶν κύριος
33 καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ καὶ καταφάγεται ἄμφοδα υἱοῦ Αδερ

< Ἱερεμίας 30 >