< Ἱερεμίας 16 >

1 καὶ σὺ μὴ λάβῃς γυναῖκα λέγει κύριος ὁ θεὸς Ισραηλ
Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
2 καὶ οὐ γεννηθήσεταί σοι υἱὸς οὐδὲ θυγάτηρ ἐν τῷ τόπῳ τούτῳ
Μη λάβης εις σεαυτόν γυναίκα μηδέ να γείνωσιν εις σε υιοί μηδέ θυγατέρες εν τω τόπω τούτω.
3 ὅτι τάδε λέγει κύριος περὶ τῶν υἱῶν καὶ περὶ τῶν θυγατέρων τῶν γεννωμένων ἐν τῷ τόπῳ τούτῳ καὶ περὶ τῶν μητέρων αὐτῶν τῶν τετοκυιῶν αὐτοὺς καὶ περὶ τῶν πατέρων αὐτῶν τῶν γεγεννηκότων αὐτοὺς ἐν τῇ γῇ ταύτῃ
Διότι ούτω λέγει Κύριος περί των υιών και περί των θυγατέρων των γεννωμένων εν τω τόπω τούτω και περί των μητέρων αυτών, αίτινες εγέννησαν αυτούς, και περί των πατέρων αυτών, οίτινες ετεκνοποίησαν αυτούς εν τη γη ταύτη·
4 ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται οὐ κοπήσονται καὶ οὐ ταφήσονται εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς ἔσονται καὶ τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ ἐν μαχαίρᾳ πεσοῦνται καὶ ἐν λιμῷ συντελεσθήσονται
θέλουσιν αποθάνει με οδυνηρόν θάνατον· δεν θέλουσι κλαυθή ουδέ θέλουσι ταφή· θέλουσιν είσθαι διά κοπρίαν επί το πρόσωπον της γης, και θέλουσιν αφανισθή υπό μαχαίρας και υπό πείνης, και τα πτώματα αυτών θέλουσιν είσθαι τροφή εις τα πετεινά του ουρανού και εις τα θηρία της γης.
5 τάδε λέγει κύριος μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν καὶ μὴ πορευθῇς τοῦ κόψασθαι καὶ μὴ πενθήσῃς αὐτούς ὅτι ἀφέστακα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου
Διότι ούτω λέγει Κύριος· Μη εισέλθης εις οίκον πένθους και μη υπάγης να πενθήσης μηδέ να συγκλαύσης αυτούς· διότι αφήρεσα την ειρήνην μου από του λαού τούτου, λέγει Κύριος, το έλεος και τους οικτιρμούς.
6 οὐ μὴ κόψωνται αὐτοὺς οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσωσιν καὶ οὐ ξυρήσονται
Και θέλουσιν αποθάνει μεγάλοι και μικροί εν τη γη ταύτη· δεν θέλουσι ταφή ουδέ θέλουσι κλαύσει αυτούς ουδέ θέλουσι κάμει εντομάς εις τα σώματα αυτών ουδέ θέλουσι ξυρισθή δι' αυτούς·
7 καὶ οὐ μὴ κλασθῇ ἄρτος ἐν πένθει αὐτῶν εἰς παράκλησιν ἐπὶ τεθνηκότι οὐ ποτιοῦσιν αὐτὸν ποτήριον εἰς παράκλησιν ἐπὶ πατρὶ καὶ μητρὶ αὐτοῦ
ουδέ θέλουσι διαμοιράσει άρτον εις το πένθος προς παρηγορίαν αυτών διά τον τεθνεώτα, ουδέ θέλουσι ποτίσει αυτούς το ποτήριον της παρηγορίας διά τον πατέρα αυτών ή διά την μητέρα αυτών.
8 εἰς οἰκίαν πότου οὐκ εἰσελεύσῃ συγκαθίσαι μετ’ αὐτῶν τοῦ φαγεῖν καὶ πιεῖν
Και δεν θέλεις εισέλθει εις οίκον συμποσίου, διά να συγκαθήσης μετ' αυτών διά να φάγης και να πίης.
9 διότι τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ καταλύω ἐκ τοῦ τόπου τούτου ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν καὶ ἐν ταῖς ἡμέραις ὑμῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης
Διότι ούτω λέγει ο Κύριος των δυνάμεων, ο Θεός του Ισραήλ Ιδού, εγώ θέλω παύσει από του τόπου τούτου, ενώπιον των οφθαλμών υμών και εν ταις ημέραις υμών, την φωνήν της χαράς και την φωνήν της ευφροσύνης, την φωνήν του νυμφίου και την φωνήν της νύμφης.
10 καὶ ἔσται ὅταν ἀναγγείλῃς τῷ λαῷ τούτῳ ἅπαντα τὰ ῥήματα ταῦτα καὶ εἴπωσιν πρὸς σέ διὰ τί ἐλάλησεν κύριος ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα τίς ἡ ἀδικία ἡμῶν καὶ τίς ἡ ἁμαρτία ἡμῶν ἣν ἡμάρτομεν ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν
Και όταν αναγγείλης προς τον λαόν τούτον πάντας τούτους τους λόγους, και είπωσι προς σε, Διά τι ο Κύριος επρόφερεν άπαν τούτο το μέγα κακόν εναντίον ημών; και τις η ανομία ημών; και τις η αμαρτία ημών, την οποίαν ημαρτήσαμεν εις Κύριον τον Θεόν ημών;
11 καὶ ἐρεῖς αὐτοῖς ἀνθ’ ὧν ἐγκατέλιπόν με οἱ πατέρες ὑμῶν λέγει κύριος καὶ ᾤχοντο ὀπίσω θεῶν ἀλλοτρίων καὶ ἐδούλευσαν αὐτοῖς καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐμὲ ἐγκατέλιπον καὶ τὸν νόμον μου οὐκ ἐφυλάξαντο
Τότε θέλεις ειπεί προς αυτούς, Επειδή με εγκατέλιπον οι πατέρες υμών, λέγει Κύριος, και υπήγαν οπίσω άλλων θεών και ελάτρευσαν αυτούς και προσεκύνησαν αυτούς και εγκατέλιπον εμέ και τον νόμον μου δεν εφύλαξαν·
12 καὶ ὑμεῖς ἐπονηρεύσασθε ὑπὲρ τοὺς πατέρας ὑμῶν καὶ ἰδοὺ ὑμεῖς πορεύεσθε ἕκαστος ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας ὑμῶν τῆς πονηρᾶς τοῦ μὴ ὑπακούειν μου
και επειδή σεις επράξατε χειρότερα παρά τους πατέρας υμών, και ιδού, περιπατείτε έκαστος οπίσω της ορέξεως της πονηράς αυτού καρδίας, ώστε να μη υπακούητε εις εμέ·
13 καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς τὴν γῆν ἣν οὐκ ᾔδειτε ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν καὶ δουλεύσετε ἐκεῖ θεοῖς ἑτέροις οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος
διά τούτο θέλω απορρίψει υμάς από της γης ταύτης, εις την γην, την οποίαν δεν εγνωρίσατε, υμείς και οι πατέρες υμών· και εκεί θέλετε λατρεύσει άλλους θεούς ημέραν και νύκτα· διότι δεν θέλω κάμει έλεος προς υμάς.
14 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐκ ἐροῦσιν ἔτι ζῇ κύριος ὁ ἀναγαγὼν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου
Διά τούτο ιδού, έρχονται ημέραι, λέγει Κύριος, και δεν θέλουσιν ειπεί πλέον, Ζη Κύριος, όστις ανήγαγε τους υιούς Ισραήλ εκ γης Αιγύπτου,
15 ἀλλά ζῇ κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ισραηλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν οὗ ἐξώσθησαν ἐκεῖ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν
αλλά, Ζη Κύριος, όστις ανήγαγε τους υιούς Ισραήλ εκ της γης του βορρά και εκ πάντων των τόπων όπου είχε διώξει αυτούς· και θέλω επαναφέρει αυτούς πάλιν εις την γην αυτών, την οποίαν έδωκα εις τους πατέρας αυτών.
16 ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλεεῖς τοὺς πολλούς λέγει κύριος καὶ ἁλιεύσουσιν αὐτούς καὶ μετὰ ταῦτα ἀποστελῶ τοὺς πολλοὺς θηρευτάς καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν
Ιδού, θέλω αποστείλει πολλούς αλιείς, λέγει Κύριος, και θέλουσιν αλιεύσει αυτούς· και μετά ταύτα θέλω αποστείλει πολλούς κυνηγούς και θέλουσι θηρεύσει αυτούς από παντός όρους και από παντός λόφου και από των σχισμών των βράχων.
17 ὅτι οἱ ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου
Διότι οι οφθαλμοί μου είναι επί πάσας τας οδούς αυτών· δεν είναι κεκρυμμέναι από του προσώπου μου ουδέ η ανομία αυτών είναι κεκρυμμένη απ' έμπροσθεν των οφθαλμών μου.
18 καὶ ἀνταποδώσω διπλᾶς τὰς ἀδικίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν ἐφ’ αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων αὐτῶν καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν ἐν αἷς ἐπλημμέλησαν τὴν κληρονομίαν μου
Και πρώτον θέλω ανταποδώσει διπλά την ανομίαν αυτών και την αμαρτίαν αυτών· διότι εμίαναν την γην μου με τα πτώματα των βδελυγμάτων αυτών και ενέπλησαν την κληρονομίαν μου από των μιασμάτων αυτών.
19 κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα
Κύριε, δύναμίς μου και φρούριόν μου και καταφυγή μου εν ημέρα θλίψεως, τα έθνη θέλουσιν ελθεί προς σε από των περάτων της γης και θέλουσιν ειπεί, Βεβαίως οι πατέρες ημών εκληρονόμησαν ψεύδος, ματαιότητα και τα ανωφελή.
20 εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς καὶ οὗτοι οὔκ εἰσιν θεοί
Θέλει κάμει άνθρωπος εις εαυτόν θεούς τους μη όντας θεούς;
21 διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου καὶ γνώσονται ὅτι ὄνομά μοι κύριος
Διά τούτο, ιδού, θέλω κάμει αυτούς ταύτην την φοράν να γνωρίσωσι, θέλω κάμει αυτούς να γνωρίσωσι την χείρα μου και την δύναμίν μου, και θέλουσι γνωρίσει ότι το όνομά μου είναι ο Κύριος.

< Ἱερεμίας 16 >