< Ἱερεμίας 15 >
1 καὶ εἶπεν κύριος πρός με ἐὰν στῇ Μωυσῆς καὶ Σαμουηλ πρὸ προσώπου μου οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς ἐξαπόστειλον τὸν λαὸν τοῦτον καὶ ἐξελθέτωσαν
And the Lord said to me: If Moses and Samuel shall stand before me, my soul is not towards this people: cast them out from my sight, and let them go forth.
2 καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ ποῦ ἐξελευσόμεθα καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ὅσοι εἰς θάνατον εἰς θάνατον καὶ ὅσοι εἰς μάχαιραν εἰς μάχαιραν καὶ ὅσοι εἰς λιμόν εἰς λιμόν καὶ ὅσοι εἰς αἰχμαλωσίαν εἰς αἰχμαλωσίαν
And if they shall say unto thee: Whither shall we go forth? thou shalt say to them: Thus saith the Lord: Such as are for death, to death: and such as are to the sword, to the sword: and such as are for famine, to famine: and such as are to captivity, to captivity.
3 καὶ ἐκδικήσω ἐπ’ αὐτοὺς τέσσαρα εἴδη λέγει κύριος τὴν μάχαιραν εἰς σφαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ θηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαφθοράν
And I will visit them with four kinds, saith the Lord: The sword to kill, and the dogs to tear, and the fowls of the air, and the beasts of the earth, to devour and destroy.
4 καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασση υἱὸν Εζεκιου βασιλέα Ιουδα περὶ πάντων ὧν ἐποίησεν ἐν Ιερουσαλημ
And I will give them up to the rage of all the kingdoms of the earth: because of Manasses the son of Ezechias the king of Juda, for all that he did in Jerusalem.
5 τίς φείσεται ἐπὶ σοί Ιερουσαλημ καὶ τίς δειλιάσει ἐπὶ σοί ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι
For who shall have pity on thee, O Jerusalem? or who shall bemoan thee? or who shall go to pray for thy peace?
6 σὺ ἀπεστράφης με λέγει κύριος ὀπίσω πορεύσῃ καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε καὶ οὐκέτι ἀνήσω αὐτούς
Thou hast forsaken me, saith the Lord, thou art gone backward: and I will stretch out my hand against thee, and I will destroy thee: I am weary of entreating thee.
7 καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν
And I will scatter them with a fan in the gates of the land: I have killed and destroyed my people, and yet they are not returned form their ways.
8 ἐπληθύνθησαν χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρίᾳ ἐπέρριψα ἐπ’ αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν
Their widows are multiplied unto me above the sand of the sea: I have brought upon them against the mother of the young man a spoiler at noonday: I have cast a terror on a sudden upon the cities.
9 ἐκενώθη ἡ τίκτουσα ἑπτά ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας κατῃσχύνθη καὶ ὠνειδίσθη τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν
She that hath borne seven is become weak, her soul hath fainted away: her sun is gone down, while it was yet day: she is confounded, and ashamed: and the residue of them I will give up to the sword in the sight of their enemies, saith the Lord.
10 οἴμμοι ἐγώ μῆτερ ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ οὔτε ὠφέλησα οὔτε ὠφέλησέν με οὐδείς ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με
Woe is me, my mother: why hast thou borne me a man of strife, a man of contention to all the earth? I have not lent on usury, neither hath any man lent to me on usury: yet all curse me.
11 γένοιτο δέσποτα κατευθυνόντων αὐτῶν εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ θλίψεως αὐτῶν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν
The Lord saith to me: Assuredly it shall be well with thy remnant, assuredly I shall help thee in the time of affliction, and in the time of tribulation against the enemy.
12 εἰ γνωσθήσεται σίδηρος καὶ περιβόλαιον χαλκοῦν
Shall iron be allied with the iron from the north, and the brass?
13 ἡ ἰσχύς σου καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου
Thy riches and thy treasures I will give unto spoil for nothing, because of all thy sins, even in all thy borders.
14 καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ᾔδεις ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου ἐφ’ ὑμᾶς καυθήσεται
And I will bring thy enemies out of a land, which thou knowest not: for a fire is kindled in my rage, it shall burn upon you.
15 κύριε μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με μὴ εἰς μακροθυμίαν γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν
O Lord, thou knowest, remember me, and visit me, and defend me from them that persecute me, do not defend me in thy patience: know that for thy sake I have sufferred reproach.
16 ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου συντέλεσον αὐτούς καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ’ ἐμοί κύριε παντοκράτωρ
Thy words were found, and I did eat them, and thy word was to me a joy and gladness of my heart: for thy name is called upon me, O Lord God of hosts.
17 οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου κατὰ μόνας ἐκαθήμην ὅτι πικρίας ἐνεπλήσθην
I sat not in the assembly of jesters, nor did I make a boast of the presence of thy hand: I sat alone, because thou hast filled me with threats.
18 ἵνα τί οἱ λυποῦντές με κατισχύουσίν μου ἡ πληγή μου στερεά πόθεν ἰαθήσομαι γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν
Why is my sorrow become perpetual, and my wound desperate so as to refuse to be healed? it is become to me as the falsehood of deceitful waters that cannot be trusted.
19 διὰ τοῦτο τάδε λέγει κύριος ἐὰν ἐπιστρέψῃς καὶ ἀποκαταστήσω σε καὶ πρὸ προσώπου μου στήσῃ καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου ὡς στόμα μου ἔσῃ καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς
Therefore thus saith the Lord: If thou wilt be converted, I will convert thee, and thou shalt stand before my face; and if thou wilt separate the precious from the vile, thou shalt be as my mouth: they shall be turned to thee, and thou shalt not be turned to them.
20 καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν καὶ πολεμήσουσιν πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σε
And I will make thee to this people as a strong wall of brass: and they shall fight against thee, and shall not prevail: for I am with thee to save thee, and to deliver thee, saith the Lord.
21 καὶ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν
And I will deliver thee out of the hand of the wicked, and I will redeem thee out of the hand of the mighty.