< Ἱερεμίας 10 >

1 ἀκούσατε τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐφ’ ὑμᾶς οἶκος Ισραηλ
以色列家! 請聽上主對你們所說的話。
2 τάδε λέγει κύριος κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε ὅτι φοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν
上主這樣說:「你們不要學:不要畏懼天上的異兆:這是異民所畏懼的。
3 ὅτι τὰ νόμιμα τῶν ἐθνῶν μάταια ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον ἔργον τέκτονος καὶ χώνευμα
因為這些民族所敬畏的是「虛無」,是由森林所砍來的樹木,是匠人用斧製作的作品,
4 ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα ἐστίν ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά καὶ οὐ κινηθήσονται
裝飾上金銀,用鐵釘鎚釘住,叫它不動搖;
5 αἰρόμενα ἀρθήσονται ὅτι οὐκ ἐπιβήσονται μὴ φοβηθῆτε αὐτά ὅτι οὐ μὴ κακοποιήσωσιν καὶ ἀγαθὸν οὐκ ἔστιν ἐν αὐτοῖς
像胡瓜園裏的草木,不能言語;常需要人搬運,不能行走;你們不要害怕,因為它不能害人,也不能施救。
6
上主,沒有誰相似你;你是偉大的,你的名大有德能。
7
萬民的君王! 誰能不敬畏你﹖這是你應得的,因為萬民中所有的智者和他們所有的王國中,沒有誰與你相似;
8
你們全是愚昧無知。他們的教義全是虛偽不實,他們只不過是木偶;
9 ἀργύριον τορευτόν ἐστιν οὐ πορεύσονται ἀργύριον προσβλητὸν ἀπὸ Θαρσις ἥξει χρυσίον Μωφαζ καὶ χεὶρ χρυσοχόων ἔργα τεχνιτῶν πάντα ὑάκινθον καὶ πορφύραν ἐνδύσουσιν αὐτά
是由塔爾士採來的銀打成的薄片,是由敖非爾採來的黃金,是藝人和銀匠的製造品;穿的紫錦紅衣,都是工匠的作品。
只有上主是真天主,是生活的天主,永遠的君王;衪一震怒,大志便戰慄,萬民都不能抵受衪的憤怒。
11 οὕτως ἐρεῖτε αὐτοῖς θεοί οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου
[關於他們,你們應這樣說:那未能創造天地火神祗,只有從天上地消滅。]
12 κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανὸν
上主的才智展佈了諸天地。
13 καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ καὶ ἀνήγαγεν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ
衪一聲號令,使天上的水怒號,使雲彩從地極上騰,使雷電霹靂造成豪雨,使暴風從他的倉庫出發疾駛。
14 ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως κατῃσχύνθη πᾶς χρυσοχόος ἐπὶ τοῖς γλυπτοῖς αὐτοῦ ὅτι ψευδῆ ἐχώνευσαν οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς
人都要自覺愚昧無知;每個銀匠必因自己的彫像感到羞愧,因為所鑄的像,只是「虛無」,沒有氣息;
15 μάταιά ἐστιν ἔργα ἐμπεπαιγμένα ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται
是「虛無」,是愚人的作品;懲罰時期一到,它們都要滅亡。
16 οὐκ ἔστιν τοιαύτη μερὶς τῷ Ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτοῦ κύριος ὄνομα αὐτῷ
那位作雅各伯產業的,與他們迴然不同,因為衪是萬物的造主,以色列是作衪產業的支派,衪的名字叫「萬軍火上主」。
17 συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου κατοικοῦσα ἐν ἐκλεκτοῖς
你這被圍困的城池,快從地上拾起你的行囊!
18 ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν θλίψει ὅπως εὑρεθῇ ἡ πληγή σου
因為上主這樣說:「看,這一次我必要遠遠拋棄這地的居民磨難他們,使他們覺悟。」
19 οὐαὶ ἐπὶ συντρίμματί σου ἀλγηρὰ ἡ πληγή σου κἀγὼ εἶπα ὄντως τοῦτο τὸ τραῦμά μου καὶ κατέλαβέν με
唉! 我已遭破壞,我的創傷已不可治療,但我仍想:這只不過是疾病,我還能忍受。
20 ἡ σκηνή μου ἐταλαιπώρησεν ὤλετο καὶ πᾶσαι αἱ δέρρεις μου διεσπάσθησαν οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὔκ εἰσιν οὐκ ἔστιν ἔτι τόπος τῆς σκηνῆς μου τόπος τῶν δέρρεών μου
我的帳幕已破壞,我的繩索都已裂斷,我的孩子都已離去,不復存在;再沒有人支搭我的帳幕,張設我的帷帳。
21 ὅτι οἱ ποιμένες ἠφρονεύσαντο καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν διὰ τοῦτο οὐκ ἐνόησεν πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν
為民牧者既然愚蠢,不尋求上主,為此他們一事無成,羊群都已四散,
22 φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γῆς βορρᾶ τοῦ τάξαι τὰς πόλεις Ιουδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθῶν
聽有個音訊傳來:將有大騷動從北方而來,要使猶大的城邑荒涼,成為豺狼的巢穴。
23 οἶδα κύριε ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτοῦ
上主,我知道,人的道路不尸由人的,行走的人也不能隨便操縱自己的步伐。
24 παίδευσον ἡμᾶς κύριε πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς
上主,你懲戒我,只好按照正義,不要隨你的憤怒,免得我歸於烏有。
25 ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεὰς αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο ὅτι κατέφαγον τὸν Ιακωβ καὶ ἐξανήλωσαν αὐτὸν καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν
願你對不認識你的異民,和不呼求你名的宗族,發洩你的憤怒,因為他們併吞了雅各伯,毀滅破壞,蹂躝了她的住所。

< Ἱερεμίας 10 >