< Ἠσαΐας 1 >
1 ὅρασις ἣν εἶδεν Ησαιας υἱὸς Αμως ἣν εἶδεν κατὰ τῆς Ιουδαίας καὶ κατὰ Ιερουσαλημ ἐν βασιλείᾳ Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου οἳ ἐβασίλευσαν τῆς Ιουδαίας
Όρασις Ησαΐου υιού Αμώς, την οποίαν είδε περί του Ιούδα και της Ιερουσαλήμ, εν ταις ημέραις Οζίου Ιωάθαμ, Άχαζ και Εζεκίου, βασιλέων Ιούδα.
2 ἄκουε οὐρανέ καὶ ἐνωτίζου γῆ ὅτι κύριος ἐλάλησεν υἱοὺς ἐγέννησα καὶ ὕψωσα αὐτοὶ δέ με ἠθέτησαν
Ακούσατε, ουρανοί, και ακροάσθητι, γή· διότι ο Κύριος ελάλησεν· Υιούς έθρεψα και ύψωσα, αλλ' αυτοί απεστάτησαν απ' εμού.
3 ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ Ισραηλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν
Ο βους γνωρίζει τον κτήτορα αυτού και ο όνος την φάτνην του κυρίου αυτού ο Ισραήλ δεν γνωρίζει, ο λαός μου δεν εννοεί.
4 οὐαὶ ἔθνος ἁμαρτωλόν λαὸς πλήρης ἁμαρτιῶν σπέρμα πονηρόν υἱοὶ ἄνομοι ἐγκατελίπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ισραηλ
Ουαί, έθνος αμαρτωλόν, λαέ πεφορτωμένε ανομίαν, σπέρμα κακοποιών υιοί διεφθαρμένοι εγκατέλιπον τον Κύριον, κατεφρόνησαν τον Άγιον του Ισραήλ, εστράφησαν εις τα οπίσω.
5 τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην
Διά τι παιδευόμενοι θέλετε επιπροσθέτει στασιασμόν; όλη η κεφαλή είναι άρρωστος και όλη η καρδία κεχαυνωμένη·
6 ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους
από ίχνους ποδός μέχρι κεφαλής δεν υπάρχει εν αυτώ ακεραιότης αλλά τραύματα και μελανίσματα και έλκη σεσηπότα δεν εξεπιέσθησαν ουδέ εδέθησαν ουδέ εμαλακώθησαν δι' αλοιφής
7 ἡ γῆ ὑμῶν ἔρημος αἱ πόλεις ὑμῶν πυρίκαυστοι τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων
η γη σας είναι έρημος, αι πόλεις σας πυρίκαυστοι την γην σας ξένοι κατατρώγουσιν έμπροσθέν σας· και είναι έρημος, ως πεπορθημένη υπό αλλοφύλων
8 ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιων ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ ὡς πόλις πολιορκουμένη
και η θυγάτηρ Σιών εγκαταλελειμμένη ως καλύβη εν αμπελώνι, ως οπωροφυλάκιον εν κήπω αγγουρίων ως πόλις πολιορκουμένη.
9 καὶ εἰ μὴ κύριος σαβαωθ ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς Σοδομα ἂν ἐγενήθημεν καὶ ὡς Γομορρα ἂν ὡμοιώθημεν
Αν ο Κύριος των δυνάμεων δεν ήθελεν αφήσει εις ημάς μικρόν υπόλοιπον, ως τα Σόδομα ηθέλομεν γείνει, με τα Γόμορρα ηθέλομεν εξομοιωθή.
10 ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδομων προσέχετε νόμον θεοῦ λαὸς Γομορρας
Ακούσατε τον λόγον του Κυρίου, άρχοντες Σοδόμων ακροάσθητι τον νόμον του Θεού ημών, λαέ Γομόρρων.
11 τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν λέγει κύριος πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι
Τίνα χρείαν έχω του πλήθους των θυσιών σας; λέγει Κύριος· κεχορτασμένος είμαι από ολοκαυτωμάτων κριών και από πάχους των σιτευτών και δεν ευαρεστούμαι εις αίμα ταύρων ή αρνίων ή τράγων.
12 οὐδ’ ἐὰν ἔρχησθε ὀφθῆναί μοι τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν πατεῖν τὴν αὐλήν μου
Όταν έρχησθε να εμφανισθήτε ενώπιόν μου, τις εζήτησεν εκ των χειρών σας τούτο, να πατήτε τας αυλάς μου;
13 οὐ προσθήσεσθε ἐὰν φέρητε σεμίδαλιν μάταιον θυμίαμα βδέλυγμά μοί ἐστιν τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι νηστείαν καὶ ἀργίαν
Μη φέρετε πλέον, ματαίας προσφοράς το θυμίαμα είναι βδέλυγμα εις εμέ τας νεομηνίας και τα σάββατα, την συγκάλεσιν των συνάξεων, δεν δύναμαι να υποφέρω, ανομίαν και πανηγυρικήν σύναξιν.
14 καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου ἐγενήθητέ μοι εἰς πλησμονήν οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν
Τας νεομηνίας σας και τας διατεταγμένας εορτάς σας μισεί η ψυχή μου είναι φορτίον εις εμέ εβαρύνθην να υποφέρω.
15 ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν καὶ ἐὰν πληθύνητε τὴν δέησιν οὐκ εἰσακούσομαι ὑμῶν αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις
Και όταν εκτείνητε τας χείρας σας, θέλω κρύπτει τους οφθαλμούς μου από σας ναι, όταν πληθύνητε δεήσεις, δεν θέλω εισακούει αι χείρές σας είναι πλήρεις αιμάτων.
16 λούσασθε καθαροὶ γένεσθε ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν
Λούσθητε, καθαρίσθητε· αποβάλετε την κακίαν των πράξεών σας απ' έμπροσθεν των οφθαλμών μου παύσατε πράττοντες το κακόν,
17 μάθετε καλὸν ποιεῖν ἐκζητήσατε κρίσιν ῥύσασθε ἀδικούμενον κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν
μάθετε να πράττητε το καλόν· εκζητήσατε κρίσιν, κάμετε ευθύτητα εις τον δεδυναστευμένον, κρίνατε τον ορφανόν, προστατεύσατε την δίκην της χήρας
18 καὶ δεῦτε καὶ διελεγχθῶμεν λέγει κύριος καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν ὡς χιόνα λευκανῶ ἐὰν δὲ ὦσιν ὡς κόκκινον ὡς ἔριον λευκανῶ
Έλθετε τώρα, και ας διαδικασθώμεν, λέγει Κύριος εάν αι αμαρτίαι σας ήναι ως το πορφυρούν, θέλουσι γείνει λευκαί ως χιών εάν ήναι ερυθραί ως κόκκινον, θέλουσι γείνει ως λευκόν μαλλίον.
19 καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε
Εάν θέλητε και υπακούσητε, θέλετε φάγει τα αγαθά της γής·
20 ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου μάχαιρα ὑμᾶς κατέδεται τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα
εάν όμως δεν θέλητε και αποστατήσητε, θέλετε καταφαγωθή υπό μαχαίρας διότι το στόμα του Κυρίου ελάλησε.
21 πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιων πλήρης κρίσεως ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ νῦν δὲ φονευταί
Πως η πιστή πόλις κατεστάθη πόρνη, ήτο πλήρης κρίσεων η δικαιοσύνη κατώκει εν αυτή αλλά τώρα, φονείς.
22 τὸ ἀργύριον ὑμῶν ἀδόκιμον οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι
Ο άργυρός σου κατεστάθη σκωρία, ο οίνός σου συνεκεράσθη μεθ' ύδατος.
23 οἱ ἄρχοντές σου ἀπειθοῦσιν κοινωνοὶ κλεπτῶν ἀγαπῶντες δῶρα διώκοντες ἀνταπόδομα ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσιν χηρῶν οὐ προσέχοντες
Οι άρχοντές σου είναι απειθείς και σύντροφοι κλεπτών· πάντες αγαπώσι δώρα και κυνηγούσιν αντιπληρωμάς δεν κρίνουσι τον ορφανόν ουδέ έρχεται η δίκη της χήρας προς αυτούς.
24 διὰ τοῦτο τάδε λέγει ὁ δεσπότης κύριος σαβαωθ οὐαὶ οἱ ἰσχύοντες Ισραηλ οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω
Διά τούτο λέγει ο Κύριος, ο Κύριος των δυνάμεων, ο Κραταιός του Ισραήλ, Ω, θέλω χορτασθή επί τους εναντίους μου και θέλω εκδικηθή κατά των εχθρών μου
25 καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους ταπεινώσω
και θέλω στρέψει την χείρα μου επί σε και αποκαθαρίσει την σκωρίαν σου και αφαιρέσει όλον σου τον κασσίτερον.
26 καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ’ ἀρχῆς καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης μητρόπολις πιστὴ Σιων
Και θέλω αποκαταστήσει τους κριτάς σου ως το πρότερον και τους συμβούλους σου ως το απ' αρχής μετά ταύτα θέλεις ονομασθή η πόλις της δικαιοσύνης, η πιστή πόλις.
27 μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης
Η Σιών θέλει εξαγορασθή διά κρίσεως, και οι επιστρέψαντες αυτής διά δικαιοσύνης.
28 καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οἱ ἐγκαταλείποντες τὸν κύριον συντελεσθήσονται
Και οι παράνομοι και οι αμαρτωλοί ομού θέλουσι καταστραφή, και οι εγκαταλιπόντες τον Κύριον θέλουσι καταναλωθή.
29 διότι αἰσχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐτῶν ἃ ἐπεθύμησαν
Διότι θέλετε καταισχυνθή διά τα άλση, τα οποία επεθυμήσατε, και θέλετε εντραπή διά τους κήπους, τους οποίους εξελέξατε.
30 ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων
Επειδή θέλετε γείνει ως δρυς, της οποίας τα φύλλα μαραίνονται, και ως κήπος, όστις δεν έχει ύδωρ.
31 καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οὐκ ἔσται ὁ σβέσων
Και ο ισχυρός θέλει είσθαι ως καλάμιον στυπίου, και το έργον αυτού ως σπινθήρ, και θέλουσι καυθή και τα δύο ομού, και δεν θέλει είσθαι ο σβύνων.