< Ἠσαΐας 8 >
1 καὶ εἶπεν κύριος πρός με λαβὲ σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων πάρεστιν γάρ
Και είπε Κύριος προς εμέ, Λάβε εις σεαυτόν τόμον μέγαν, και γράψον εν αυτώ διά γραφίδος ανθρώπου περί του Μαχέρ-σαλάλ-χας-βάζ·
2 καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους τὸν Ουριαν καὶ τὸν Ζαχαριαν υἱὸν Βαραχιου
Και παρέλαβον εις εμαυτόν πιστούς μάρτυρας, Ουρίαν τον ιερέα και Ζαχαρίαν τον υιόν του Ιεβερεχίου.
3 καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν καὶ εἶπεν κύριός μοι κάλεσον τὸ ὄνομα αὐτοῦ ταχέως σκύλευσον ὀξέως προνόμευσον
Και προσήλθον προς την προφήτισσαν, ήτις συνέλαβε και εγέννησεν υιόν. Και είπε Κύριος προς εμέ, Κάλεσον το όνομα αυτού Μαχέρ-σαλάλ-χας-βαζ
4 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων
διότι πριν μάθη το παιδίον να προφέρη, Πάτερ μου και μήτέρ μου, τα πλούτη της Δαμασκού και τα λάφυρα της Σαμαρείας θέλουσι διαρπαχθή έμπροσθεν του βασιλέως της Ασσυρίας.
5 καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι
Και ελάλησεν έτι Κύριος προς εμέ, λέγων,
6 διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωαμ τὸ πορευόμενον ἡσυχῇ ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ραασσων καὶ τὸν υἱὸν Ρομελιου βασιλέα ἐφ’ ὑμῶν
Επειδή ο λαός ούτος απέβαλε τα ύδατα του Σιλωάμ τα ρέοντα ησύχως, και χαίρει εις τον Ρεσίν και εις τον υιόν του Ρεμαλία,
7 διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν
διά τούτο, ιδού, ο Κύριος αναβιβάζει επ' αυτούς τα ύδατα του ποταμού, τα δυνατά και τα πολλά, τον βασιλέα της Ασσυρίας και πάσαν την δόξαν αυτού· και θέλει υπερβή πάντα τα αυλάκια αυτού και πλημμυρήσει πάσας τας όχθας αυτού
8 καὶ ἀφελεῖ ἀπὸ τῆς Ιουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου μεθ’ ἡμῶν ὁ θεός
και θέλει περάσει διά του Ιούδα, θέλει πλημμυρήσει και υπεραναβή, θέλει φθάσει μέχρι λαιμού και το εξάπλωμα των πτερύγων αυτού θέλει γεμίσει το πλάτος της γης σου, Εμμανουήλ.
9 γνῶτε ἔθνη καὶ ἡττᾶσθε ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς ἰσχυκότες ἡττᾶσθε ἐὰν γὰρ πάλιν ἰσχύσητε πάλιν ἡττηθήσεσθε
Ενώθητε, λαοί, και θέλετε κατακοπή· και ακροάσθητε, πάντες οι εν τοις εσχάτοις της γής· ζώσθητε, και θέλετε κατακοπή· ζώσθητε, και θέλετε κατακοπή.
10 καὶ ἣν ἂν βουλεύσησθε βουλήν διασκεδάσει κύριος καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ὑμῖν ὅτι μεθ’ ἡμῶν κύριος ὁ θεός
Βουλεύθητε βουλήν, και θέλει ματαιωθή· λαλήσατε λόγον, και δεν θέλει σταθή διότι μεθ' ημών ο Θεός.
11 οὕτως λέγει κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες
Διότι ούτως ελάλησε Κύριος προς εμέ εν χειρί κραταιά, και με εδίδαξε να μη περιπατώ εν τη οδώ του λαού τούτου, λέγων,
12 μήποτε εἴπητε σκληρόν πᾶν γάρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος σκληρόν ἐστιν τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε οὐδὲ μὴ ταραχθῆτε
Μη είπητε, Συνωμοσία, περί παντός εκείνου, περί του οποίου ο λαός ούτος θέλει ειπεί, Συνωμοσία και τον φόβον αυτού μη φοβηθήτε μηδέ τρομάξητε.
13 κύριον αὐτὸν ἁγιάσατε καὶ αὐτὸς ἔσται σου φόβος
Τον Κύριον των δυνάμεων, αυτόν αγιάσατε και αυτός ας ήναι ο φόβος σας και αυτός ας ήναι ο τρόμος σας.
14 καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ οὐδὲ ὡς πέτρας πτώματι ὁ δὲ οἶκος Ιακωβ ἐν παγίδι καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ιερουσαλημ
Και θέλει είσθαι διά αγιαστήριον θέλει είσθαι όμως διά πέτραν προσκόμματος και διά βράχον πτώσεως εις τους δύο οίκους του Ισραήλ διά παγίδα και διά βρόχον εις τους κατοίκους της Ιερουσαλήμ.
15 διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες
Και πολλοί θέλουσι προσκόψει επ' αυτά και πέσει και συντριφθή και παγιδευθή και πιασθή.
16 τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν
Δέσον την μαρτυρίαν, σφράγισον τον νόμον μεταξύ των μαθητών μου.
17 καὶ ἐρεῖ μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ιακωβ καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ
Εγώ δε θέλω περιμείνει τον Κύριον, όστις κρύπτει το πρόσωπον αυτού από του οίκου Ιακώβ, και επ' αυτόν θέλω είσθαι πεποιθώς.
18 ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ισραηλ παρὰ κυρίου σαβαωθ ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιων
Ιδού, εγώ και τα παιδία, τα οποία μοι έδωκεν ο Κύριος, διά σημεία και τεράστια εις τον Ισραήλ παρά του Κυρίου των δυνάμεων, του κατοικούντος εν τω όρει Σιών.
19 καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ τί ἐκζητοῦσιν περὶ τῶν ζώντων τοὺς νεκρούς
Και όταν σας είπωσιν, Ερωτήσατε τους έχοντας πνεύμα μαντείας και τους νεκρομάντεις, τους μορμυρίζοντας και ψιθυρίζοντας, αποκρίθητε, Ο λαός δεν θέλει ερωτήσει τον Θεόν αυτού; θέλει προστρέξει εις τους νεκρούς περί των ζώντων;
20 νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ
Εις τον νόμον και εις την μαρτυρίαν εάν δεν λαλώσι κατά τον λόγον τούτον, βεβαίως δεν είναι φως εν αυτοίς.
21 καὶ ἥξει ἐφ’ ὑμᾶς σκληρὰ λιμός καὶ ἔσται ὡς ἂν πεινάσητε λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ παταχρα καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω
Και θέλουσι περάσει δι' αυτής της γης σκληρώς βεβαρημένοι και λιμώττοντες και όταν πεινάσωσι θέλουσιν αγανακτεί, και θέλουσι κακολογεί τον βασιλέα αυτών και τον Θεόν αυτών, και θέλουσιν αναβλέψει εις τα άνω.
22 καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται καὶ ἰδοὺ θλῖψις καὶ στενοχωρία καὶ σκότος ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν
Έπειτα θέλουσιν εμβλέψει εις την γην και ιδού, ταραχή και σκότος, θάμβωμα αγωνίας και θέλουσιν εξωσθή εις το σκότος.