< Ἠσαΐας 65 >
1 ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν εἶπα ἰδού εἰμι τῷ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα
Εζητήθην παρά των μη ερωτώντων περί εμού· ευρέθην παρά των ζητούντων με· είπα, Ιδού, εγώ, ιδού, εγώ, προς έθνος μη καλούμενον με το όνομά μου.
2 ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν
Εξήπλωσα τας χείρας μου όλην την ημέραν προς λαόν απειθή, περιπατούντα εν οδώ ουχί καλή, οπίσω των διαβουλίων αυτών,
3 ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις ἃ οὐκ ἔστιν
λαόν παροξύνοντά με πάντοτε κατά πρόσωπόν μου, θυσιάζοντα εν κήποις και θυμιάζοντα επί πλίνθων,
4 καὶ ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δῑ ἐνύπνια οἱ ἔσθοντες κρέα ὕεια καὶ ζωμὸν θυσιῶν μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν
μένοντα εν τοις μνήμασι και διανυκτερεύοντα εν αποκρύφοις, τρώγοντα χοίρειον κρέας και εν τοις αγγείοις αυτού έχοντα ζωμόν ακαθάρτων πραγμάτων,
5 οἱ λέγοντες πόρρω ἀπ’ ἐμοῦ μὴ ἐγγίσῃς μου ὅτι καθαρός εἰμι οὗτος καπνὸς τοῦ θυμοῦ μου πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας
λέγοντα, Μακράν απ' εμού, μη με εγγίσης, διότι είμαι αγιώτερός σου. Ούτοι είναι καπνός εις τους μυκτήράς μου, πυρ καιόμενον όλην την ημέραν.
6 ἰδοὺ γέγραπται ἐνώπιόν μου οὐ σιωπήσω ἕως ἂν ἀποδῶ εἰς τὸν κόλπον αὐτῶν
Ιδού, γεγραμμένον είναι ενώπιόν μου, δεν θέλω σιωπήσει αλλά θέλω ανταποδώσει, ναι, θέλω ανταποδώσει εις τους κόλπους αυτών
7 τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν λέγει κύριος οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν
τας ανομίας σας και τας ανομίας των πατέρων σας ομού, λέγει Κύριος, οίτινες εθυμίασαν επί των ορέων και με εβλασφήμησαν επί των λόφων· διά τούτο θέλω αντιπληρώσει εις τους κόλπους αυτών τα απ' αρχής έργα αυτών.
8 οὕτως λέγει κύριος ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τῷ βότρυι καὶ ἐροῦσιν μὴ λυμήνῃ αὐτὸν ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῷ οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας
Ούτω λέγει Κύριος· Καθώς όταν ευρίσκηται γλεύκος εν τη σταφυλή, λέγουσι, Μη φθείρης αυτό, διότι είναι ευλογία εν αυτώ· ούτω θέλω κάμει ένεκεν των δούλων μου, διά να μη εξολοθρεύσω πάντας.
9 καὶ ἐξάξω τὸ ἐξ Ιακωβ σπέρμα καὶ τὸ ἐξ Ιουδα καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ
Και θέλω εξάξει σπέρμα εξ Ιακώβ και κληρονόμον των ορέων μου εξ Ιούδα· και οι εκλεκτοί μου θέλουσι κληρονομήσει αυτά και οι δούλοί μου θέλουσι κατοικήσει εκεί.
10 καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων καὶ φάραγξ Αχωρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου οἳ ἐζήτησάν με
Και ο Σαρών θέλει είσθαι μάνδρα των ποιμνίων και η κοιλάς του Αχώρ τόπος εις ανάπαυσιν των βουκολίων, διά τον λαόν μου τον εκζητούντά με.
11 ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαίμονι τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα
Εσάς όμως, τους εγκαταλείποντας τον Κύριον, τους λησμονούντας το άγιόν μου όρος, τους ετοιμάζοντας τράπεζαν εις τον Γάδην και τους κάμνοντας σπονδήν εις τον Μένι,
12 ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν πάντες ἐν σφαγῇ πεσεῖσθε ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε
θέλω σας αριθμήσει διά την μάχαιραν και πάντες θέλετε κύψει εις την σφαγήν· διότι εκάλουν και δεν απεκρίνεσθε· ελάλουν και δεν ηκούετε· αλλ' επράττετε το κακόν ενώπιόν μου και εξελέγετε το μη αρεστόν εις εμέ.
13 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται ὑμεῖς δὲ πεινάσετε ἰδοὺ οἱ δουλεύοντές μοι πίονται ὑμεῖς δὲ διψήσετε ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται ὑμεῖς δὲ αἰσχυνθήσεσθε
Όθεν ούτω λέγει Κύριος ο Θεός· Ιδού, οι δούλοί μου θέλουσι φάγει, σεις δε θέλετε πεινάσει· ιδού, οι δούλοί μου θέλουσι πίει, σεις δε θέλετε διψήσει· ιδού, οι δούλοί μου θέλουσιν ευφρανθή, σεις δε θέλετε αισχυνθή·
14 ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε
ιδού, οι δούλοί μου θέλουσιν αλαλάζει εν ευθυμία, σεις δε θέλετε βοά εν πόνω καρδίας και ολολύζει υπό καταθλίψεως πνεύματος.
15 καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου ὑμᾶς δὲ ἀνελεῖ κύριος τοῖς δὲ δουλεύουσιν αὐτῷ κληθήσεται ὄνομα καινόν
Και θέλετε αφήσει το όνομά σας εις τους εκλεκτούς μου διά κατάραν· διότι Κύριος ο Θεός θέλει σε θανατώσει και με άλλο όνομα θέλει ονομάσει τους δούλους αυτού,
16 ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινόν καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν
διά να μακαρίζη εαυτόν εις τον Θεόν της αληθείας ο μακαρίζων εαυτόν επί της γής· και να ομνύη εις τον Θεόν της αληθείας ο ομνύων επί της γής· διότι αι πρότεραι θλίψεις ελησμονήθησαν και διότι εκρύφθησαν από των οφθαλμών μου.
17 ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή καὶ οὐ μὴ μνησθῶσιν τῶν προτέρων οὐδ’ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν
Επειδή ιδού, νέους ουρανούς κτίζω και νέαν γήν· και δεν θέλει είσθαι μνήμη των προτέρων ουδέ θέλουσιν ελθεί εις τον νούν.
18 ἀλλ’ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ιερουσαλημ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην
Αλλ' ευφραίνεσθε και χαίρετε πάντοτε εις εκείνο το οποίον κτίζω· διότι, ιδού, κτίζω την Ιερουσαλήμ αγαλλίαμα και τον λαόν αυτής ευφροσύνην.
19 καὶ ἀγαλλιάσομαι ἐπὶ Ιερουσαλημ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς
Και θέλω αγάλλεσθαι εις την Ιερουσαλήμ και ευφραίνεσθαι εις τον λαόν μου· και δεν θέλει ακουσθή πλέον εν αυτή φωνή κλαυθμού και φωνή κραυγής.
20 καὶ οὐ μὴ γένηται ἐκεῖ ἄωρος καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν ὁ δὲ ἀποθνῄσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται
Δεν θέλει είσθαι πλέον εκεί βρέφος ολιγοήμερον και γέρων όστις δεν επλήρωσε τας ημέρας αυτού· διότι το παιδίον θέλει αποθνήσκει εκατόν ετών, ο δε εκατόν ετών αμαρτωλός θέλει είσθαι επικατάρατος.
21 καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτῶν
Και θέλουσιν οικοδομήσει οικίας και κατοικήσει, και θέλουσι φυτεύσει αμπελώνας και φάγει τον καρπόν αυτών.
22 καὶ οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν καὶ οὐ μὴ φυτεύσουσιν καὶ ἄλλοι φάγονται κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν
δεν θέλουσι κτίσει αυτοί και άλλος να κατοικήση· δεν θέλουσι φυτεύσει αυτοί και άλλος να φάγη· διότι αι ημέραι του λαού μου είναι ως αι ημέραι του δένδρου και οι εκλεκτοί μου θέλουσι παλαιώσει το έργον των χειρών αυτών.
23 οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν ὅτι σπέρμα ηὐλογημένον ὑπὸ θεοῦ ἐστιν καὶ τὰ ἔκγονα αὐτῶν μετ’ αὐτῶν ἔσονται
Δεν θέλουσι κοπιάζει εις μάτην ουδέ θέλουσι τεκνοποιεί διά καταστροφήν· διότι είναι σπέρμα των ευλογημένων του Κυρίου και οι έκγονοι αυτών μετ' αυτών.
24 καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν ἔτι λαλούντων αὐτῶν ἐρῶ τί ἐστιν
Και πριν αυτοί κράξωσιν, εγώ θέλω αποκρίνεσθαι· και ενώ αυτοί λαλούσιν, εγώ θέλω ακούει.
25 τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα ὄφις δὲ γῆν ὡς ἄρτον οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου λέγει κύριος
Ο λύκος και το αρνίον θέλουσι βόσκεσθαι ομού, και ο λέων θέλει τρώγει άχυρον ως ο βούς· άρτος δε του όφεως θέλει είσθαι το χώμα· εν όλω τω αγίω μου όρει δεν θέλουσι κάμνει ζημίαν ουδέ φθοράν, λέγει Κύριος.