< Ἠσαΐας 63 >

1 τίς οὗτος ὁ παραγινόμενος ἐξ Εδωμ ἐρύθημα ἱματίων ἐκ Βοσορ οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου
「那由厄東而來,身穿染紅了的衣服,那由波責辣而來,衣著華麗,力量強大,闊步前進的是誰啊﹖」「是宣佈正義,具有拯救大能的我。」「
2 διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ
你的服裝怎麼成了紅色,你的衣服好似一個踏酒醡的呢﹖」「
3 πλήρης καταπεπατημένης καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ καὶ κατέθλασα αὐτοὺς ὡς γῆν καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν
因為唯獨我一人踐踏了酒醡,我的人民中沒有一個與我在一起。我在怒氣中踐踏了他們,我在怒火中蹂躪了他們,因此他們的血液濺到我的衣服上,我的服裝就完全染污了。
4 ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν
因為復仇的日子已在我心中,我施救的歲月已經來到。
5 καὶ ἐπέβλεψα καὶ οὐδεὶς βοηθός καὶ προσενόησα καὶ οὐθεὶς ἀντελαμβάνετο καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου καὶ ὁ θυμός μου ἐπέστη
我四下觀看,但沒有人輔助;我驚愕四顧,但沒有人支持;因此惟有用我的手臂自行拯救,以我的怒氣來支持自己。
6 καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν
我在怒氣中踐踏了民眾,我在怒火中粉碎了他們,使他們的鮮血流倒地下。」
7 τὸν ἔλεον κυρίου ἐμνήσθην τὰς ἀρετὰς κυρίου ἐν πᾶσιν οἷς ὁ κύριος ἡμῖν ἀνταποδίδωσιν κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ισραηλ ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ
我要依照上主以他的大慈大悲賜與我們的一切,和對以色列家所賜的宏福,稱頌上主的慈惠和上主可讚頌的作為。
8 καὶ εἶπεν οὐχ ὁ λαός μου τέκνα οὐ μὴ ἀθετήσωσιν καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν
他曾說過:「他們的確是我的百姓,不行虛偽的子民;」因此他成了他們一切困難中的拯救者。
9 ἐκ πάσης θλίψεως οὐ πρέσβυς οὐδὲ ἄγγελος ἀλλ’ αὐτὸς κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος
並不是使者,也不是天使拯救他們,而是他自己。他以自己的愛情和憐憫贖回了他們;在往日,他時常扶持他們,懷抱他們。
10 αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν καὶ αὐτὸς ἐπολέμησεν αὐτούς
但是他們成了叛徒,刺傷了他的聖神;因此他變成了他們的敵人,親自攻擊他們。
11 καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον
那時,他們想起古來的日子,想起他的僕人梅瑟。那引領羊群的牧者出離海洋的在那裏呢﹖那曾在他心中賦與自己聖神的在那裏呢﹖
12 ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωυσῆν ὁ βραχίων τῆς δόξης αὐτοῦ κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ ποιῆσαι αὐτῷ ὄνομα αἰώνιον
那在梅瑟右邊以其榮耀的手臂,在百姓前分開海水,使自己獲得永遠聲譽的在那裏呢﹖
13 ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου ὡς ἵππον δῑ ἐρήμου καὶ οὐκ ἐκοπίασαν
那領導他們走過深淵,有如馬行於曠野而不顛躓的在那裏呢﹖
14 καὶ ὡς κτήνη διὰ πεδίου κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς οὕτως ἤγαγες τὸν λαόν σου ποιῆσαι σεαυτῷ ὄνομα δόξης
上主的神怎樣領導走獸下到山谷,你也怎樣領導了你的百姓,好使你獲得一個光榮的名號。
15 ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου ποῦ ἐστιν τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου ὅτι ἀνέσχου ἡμῶν
如今求你從天垂顧,從你光榮的聖所俯視!你的熱愛,你的大能和你的同情心在那裏呢﹖求你不要停止你的慈悲,
16 σὺ γὰρ ἡμῶν εἶ πατήρ ὅτι Αβρααμ οὐκ ἔγνω ἡμᾶς καὶ Ισραηλ οὐκ ἐπέγνω ἡμᾶς ἀλλὰ σύ κύριε πατὴρ ἡμῶν ῥῦσαι ἡμᾶς ἀπ’ ἀρχῆς τὸ ὄνομά σου ἐφ’ ἡμᾶς ἐστιν
因為你是我們的父親;亞巴郎雖不認識我們,以色列雖不記得我們,你上主卻是我們的父親,「我們自古以來的救主」就是你的名。
17 τί ἐπλάνησας ἡμᾶς κύριε ἀπὸ τῆς ὁδοῦ σου ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε ἐπίστρεψον διὰ τοὺς δούλους σου διὰ τὰς φυλὰς τῆς κληρονομίας σου
上主! 你為什麼讓我們離開你的道路﹖使我們的心變硬而不敬畏你﹖求你為了你的僕人,為了你產業的各支派,回心轉意罷!
18 ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου
你為什麼讓惡人踐踏你的聖殿﹖為什麼讓我們的敵人蹂躪你的聖所﹖
19 ἐγενόμεθα ὡς τὸ ἀπ’ ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ’ ἡμᾶς
我們儼然成了一個從未受你治理,從未屬你名下的民族。啊!

< Ἠσαΐας 63 >