< Ἠσαΐας 56 >
1 τάδε λέγει κύριος φυλάσσεσθε κρίσιν ποιήσατε δικαιοσύνην ἤγγισεν γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι
Ούτω λέγει Κύριος· Φυλάττετε κρίσιν και κάμνετε δικαιοσύνην· διότι η σωτηρία μου πλησιάζει να έλθη και η δικαιοσύνη μου να αποκαλυφθή.
2 μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα
Μακάριος ο άνθρωπος όστις κάμνει τούτο, και ο υιός του ανθρώπου όστις κρατεί αυτό· όστις φυλάττει το σάββατον, ώστε να μη βεβηλώση αυτό, και κρατεί την χείρα αυτού, ώστε να μη πράξη μηδέν κακόν.
3 μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς κύριον ἀφοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ καὶ μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι ἐγώ εἰμι ξύλον ξηρόν
Ο δε υιός του αλλογενούς, ο προστεθειμένος εις τον Κύριον, ας μη είπη, λέγων, Ο Κύριος διόλου θέλει με χωρίσει από του λαού αυτού· μηδέ ο ευνούχος ας λέγη·, Ιδού, εγώ είμαι δένδρον ξηρόν.
4 τάδε λέγει κύριος τοῖς εὐνούχοις ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου
Διότι ούτω λέγει Κύριος· εις τους ευνούχους, όσοι φυλάττουσι τα σάββατά μου και εκλέγουσι τα αρέσκοντα εις εμέ και κρατούσι την διαθήκην μου,
5 δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν κρείττω υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει
εις αυτούς μάλιστα θέλω δώσει εν τω οίκω μου και εντός των τειχών μου τόπον και όνομα καλήτερον παρά των υιών και των θυγατέρων· εις αυτούς θέλω δώσει όνομα αιώνιον, το οποίον δεν θέλει εκλείψει.
6 καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις κυρίῳ δουλεύειν αὐτῷ καὶ ἀγαπᾶν τὸ ὄνομα κυρίου τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου
Περί δε των υιών του αλλογενούς, οίτινες ήθελον προστεθή εις τον Κύριον, διά να δουλεύωσιν εις αυτόν και να αγαπώσι το όνομα του Κυρίου, διά να ήναι δούλοι αυτού· όσοι φυλάττουσι το σάββατον, ώστε να μη βεβηλώσωσιν αυτό και κρατούσι την διαθήκην μου·
7 εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ θυσιαστηρίου μου ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν
και τούτους θέλω φέρει εις το άγιόν μου όρος και θέλω ευφράνει αυτούς εν τω οίκω της προσευχής μου· τα ολοκαυτώματα αυτών και αι θυσίαι αυτών θέλουσιν είσθαι δεκταί επί το θυσιαστήριόν μου· διότι ο οίκός μου θέλει ονομάζεσθαι, Οίκος προσευχής διά πάντας τους λαούς.
8 εἶπεν κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ισραηλ ὅτι συνάξω ἐπ’ αὐτὸν συναγωγήν
Ούτω λέγει Κύριος ο Θεός ο συνάγων τους διεσκορπισμένους του Ισραήλ· Θέλω συνάξει έτι και άλλους εις αυτόν, εκτός των συνηγμένων αυτού.
9 πάντα τὰ θηρία τὰ ἄγρια δεῦτε φάγετε πάντα τὰ θηρία τοῦ δρυμοῦ
Έλθετε, φάγετε, πάντα τα ζώα του αγρού, πάντα τα θηρία του δάσους.
10 ἴδετε ὅτι πάντες ἐκτετύφλωνται οὐκ ἔγνωσαν φρονῆσαι πάντες κύνες ἐνεοί οὐ δυνήσονται ὑλακτεῖν ἐνυπνιαζόμενοι κοίτην φιλοῦντες νυστάξαι
Οι δε φύλακες αυτού είναι τυφλοί· πάντες χωρίς νοήσεως· πάντες κύνες άλαλοι, μη δυνάμενοι να υλακτήσωσι· κοιμώμενοι, κοιτόμενοι, αγαπώντες νυσταγμόν·
11 καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ οὐκ εἰδότες πλησμονήν καί εἰσιν πονηροὶ οὐκ εἰδότες σύνεσιν πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν ἕκαστος κατὰ τὸ ἑαυτοῦ
ναι, κύνες αδηφάγοι, οίτινες δεν γνωρίζουσι χορτασμόν και ποιμένες, οίτινες δεν γνωρίζουσι σύνεσιν· πάντες είναι εστραμμένοι προς την οδόν αυτών, έκαστος εις το μέρος αυτού, διά το κέρδος αυτών.
Έλθετε, λέγουσι, θέλω φέρει οίνον και θέλομεν μεθυσθή με σίκερα· και αύριον θέλει είσθαι ως η ημέρα αύτη, πολύ πλέον άφθονος.