< Ἠσαΐας 50 >
1 οὕτως λέγει κύριος ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν ᾧ ἐξαπέστειλα αὐτήν ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν
耶和华如此说: 我休你们的母亲, 休书在哪里呢? 我将你们卖给我哪一个债主呢? 你们被卖,是因你们的罪孽; 你们的母亲被休,是因你们的过犯。
2 τί ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν καὶ θήσω ποταμοὺς ἐρήμους καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ καὶ ἀποθανοῦνται ἐν δίψει
我来的时候,为何无人等候呢? 我呼唤的时候,为何无人答应呢? 我的膀臂岂是缩短、不能救赎吗? 我岂无拯救之力吗? 看哪,我一斥责,海就干了; 我使江河变为旷野; 其中的鱼因无水腥臭,干渴而死。
3 καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ
我使诸天以黑暗为衣服, 以麻布为遮盖。
4 κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἐν καιρῷ ἡνίκα δεῖ εἰπεῖν λόγον ἔθηκέν μοι πρωί προσέθηκέν μοι ὠτίον ἀκούειν
主耶和华赐我受教者的舌头, 使我知道怎样用言语扶助疲乏的人。 主每早晨提醒, 提醒我的耳朵, 使我能听,像受教者一样。
5 καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω
主耶和华开通我的耳朵; 我并没有违背,也没有退后。
6 τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων
人打我的背,我任他打; 人拔我腮颊的胡须,我由他拔; 人辱我,吐我,我并不掩面。
7 καὶ κύριος βοηθός μου ἐγενήθη διὰ τοῦτο οὐκ ἐνετράπην ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ
主耶和华必帮助我, 所以我不抱愧。 我硬着脸面好像坚石; 我也知道我必不致蒙羞。
8 ὅτι ἐγγίζει ὁ δικαιώσας με τίς ὁ κρινόμενός μοι ἀντιστήτω μοι ἅμα καὶ τίς ὁ κρινόμενός μοι ἐγγισάτω μοι
称我为义的与我相近; 谁与我争论, 可以与我一同站立; 谁与我作对, 可以就近我来。
9 ἰδοὺ κύριος βοηθεῖ μοι τίς κακώσει με ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε καὶ ὡς σὴς καταφάγεται ὑμᾶς
主耶和华要帮助我; 谁能定我有罪呢? 他们都像衣服渐渐旧了, 为蛀虫所咬。
10 τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον ἀκουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ οἱ πορευόμενοι ἐν σκότει οὐκ ἔστιν αὐτοῖς φῶς πεποίθατε ἐπὶ τῷ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ
你们中间谁是敬畏耶和华、 听从他仆人之话的? 这人行在暗中,没有亮光。 当倚靠耶和华的名, 仗赖自己的 神。
11 ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε φλόγα πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογί ᾗ ἐξεκαύσατε δῑ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν ἐν λύπῃ κοιμηθήσεσθε
凡你们点火,用火把围绕自己的 可以行在你们的火焰里, 并你们所点的火把中。 这是我手所定的: 你们必躺在悲惨之中。