< Ἠσαΐας 49 >

1 ἀκούσατέ μου νῆσοι καὶ προσέχετε ἔθνη διὰ χρόνου πολλοῦ στήσεται λέγει κύριος ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου
Ακούσατέ μου, αι νήσοι· και προσέξατε, λαοί μακρυνοί· Ο Κύριος με εκάλεσεν εκ κοιλίας· εκ των σπλάγχνων της μητρός μου ανέφερε το όνομά μου.
2 καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με
Και έκαμε το στόμα μου ως μάχαιραν οξείαν· υπό την σκιάν της χειρός αυτού με έκρυψε, και με έκαμεν ως βέλος εκλεκτόν, και εν τη φαρέτρα αυτού με έκρυψε,
3 καὶ εἶπέν μοι δοῦλός μου εἶ σύ Ισραηλ καὶ ἐν σοὶ δοξασθήσομαι
και είπε προς εμέ, Συ είσαι ο δούλός μου, Ισραήλ, εις τον οποίον θέλω δοξασθή.
4 καὶ ἐγὼ εἶπα κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου
Και εγώ είπα, Ματαίως εκοπίασα· εις ουδέν και εις μάτην κατηνάλωσα την δύναμίν μου· πλην η κρίσις μου είναι μετά του Κυρίου και το έργον μου μετά του Θεού μου.
5 καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον κυρίου καὶ ὁ θεός μου ἔσται μου ἰσχύς
Τώρα λοιπόν λέγει Κύριος, ο πλάσας με εκ κοιλίας δούλον αυτού, διά να επαναφέρω τον Ιακώβ προς αυτόν και διά να συναχθή προς αυτόν ο Ισραήλ, και θέλω δοξασθή εις τους οφθαλμούς του Κυρίου, και ο Θεός μου θέλει είσθαι η δύναμίς μου·
6 καὶ εἶπέν μοι μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς Ιακωβ καὶ τὴν διασπορὰν τοῦ Ισραηλ ἐπιστρέψαι ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς
και είπε, Μικρόν είναι το να ήσαι δούλός μου διά να ανορθώσης τας φυλάς του Ιακώβ και να επαναφέρης το υπόλοιπον του Ισραήλ· θέλω προσέτι σε δώσει φως εις τα έθνη, διά να ήσαι η σωτηρία μου έως εσχάτου της γης.
7 οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ θεὸς Ισραηλ ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου ὅτι πιστός ἐστιν ὁ ἅγιος Ισραηλ καὶ ἐξελεξάμην σε
Ούτω λέγει Κύριος, ο Λυτρωτής του Ισραήλ, ο Άγιος αυτού, προς εκείνον τον οποίον καταφρονεί άνθρωπος, προς εκείνον τον οποίον βδελύττεται έθνος, προς τον δούλον των εξουσιαστών· Βασιλείς θέλουσι σε ιδεί και σηκωθή, ηγεμόνες και θέλουσι σε προσκυνήσει, ένεκεν του Κυρίου, όστις είναι πιστός, του Αγίου του Ισραήλ, όστις σε εξέλεξεν
8 οὕτως λέγει κύριος καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου
Ούτω λέγει Κύριος· Εν καιρώ δεκτώ επήκουσά σου και εν ημέρα σωτηρίας σε εβοήθησα· και θέλω σε διαφυλάξει και θέλω σε δώσει εις διαθήκην των λαών, διά να ανορθώσης την γην, να κληροδοτήσης κληρονομίας ηρημωμένας·
9 λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθατε καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν
λέγων προς τους δεσμίους, Εξέλθετε· προς τους εν τω σκότει, Ανακαλύφθητε. Θέλουσι βοσκηθή πλησίον των οδών, και αι βοσκαί αυτών θέλουσιν είσθαι εν πάσι τοις υψηλοίς τόποις.
10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς
δεν θέλουσι πεινάσει ουδέ διψήσει· δεν θέλει προσβάλλει αυτούς ούτε καύσων ούτε ήλιος· διότι ο ελεών αυτούς θέλει οδηγήσει αυτούς και διά πηγών υδάτων θέλει φέρει αυτούς.
11 καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς
Και θέλω κάμει πάντα τα όρη μου οδούς, και αι τρίβοι μου θέλουσιν υψωθή.
12 ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης ἄλλοι δὲ ἐκ γῆς Περσῶν
Ιδού, ούτοι θέλουσιν ελθεί μακρόθεν· και ιδού, ούτοι από βορρά και από νότου και ούτοι από της γης του Σινείμ.
13 εὐφραίνεσθε οὐρανοί καὶ ἀγαλλιάσθω ἡ γῆ ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν
Ευφραίνεσθε, ουρανοί· και αγάλλου, η γή· αλαλάξατε, τα όρη· διότι ο Κύριος παρηγόρησε τον λαόν αυτού και τους τεθλιμμένους αυτού ελέησεν.
14 εἶπεν δὲ Σιων ἐγκατέλιπέν με κύριος καὶ ὁ κύριος ἐπελάθετό μου
Αλλ' η Σιών είπεν, Ο Κύριος με εγκατέλιπε και ο Κύριός μου με ελησμόνησε.
15 μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου εἶπεν κύριος
Δύναται γυνή να λησμονήση το θηλάζον βρέφος αυτής, ώστε να μη ελεήση το τέκνον της κοιλίας αυτής; αλλά και αν αύται λησμονήσωσιν, εγώ όμως δεν θέλω σε λησμονήσει.
16 ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη καὶ ἐνώπιόν μου εἶ διὰ παντός
Ιδού, επί των παλαμών μου σε εζωγράφισα· τα τείχη σου είναι πάντοτε ενώπιόν μου.
17 καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὧν καθῃρέθης καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται
Τα τέκνα σου θέλουσιν ελθεί μετά σπουδής· οι δε καταστρέφοντές σε και ερημόνοντές σε θέλουσιν εξέλθει από σου.
18 ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ ζῶ ἐγώ λέγει κύριος ὅτι πάντας αὐτοὺς ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης
Ύψωσον κύκλω τους οφθαλμούς σου και ιδέ· πάντες ούτοι συναθροίζονται ομού, έρχονται προς σε. Ζω εγώ, λέγει Κύριος, ότι συ θέλεις ενδυθή πάντας τούτους ως κόσμημα, και ως νύμφη θέλεις στολισθή αυτούς.
19 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε
Διότι οι ηφανισμένοι σου και οι ηρημωμένοι σου τόποι και η γη σου η κατεφθαρμένη θέλουσιν είσθαι τώρα παραπολύ μάλιστα στενοί διά τους κατοίκους σου· εκείνοι δε, οίτινες σε κατέτρωγον, θέλουσι μακρυνθή από σου.
20 ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας στενός μοι ὁ τόπος ποίησόν μοι τόπον ἵνα κατοικήσω
Τα τέκνα, τα οποία θέλεις αποκτήσει μετά την ατεκνίαν σου, θέλουσιν ειπεί προσέτι εις τα ώτα σου, Στενός είναι ο τόπος δι' εμέ· κάμε εις εμέ τόπον διά να κατοικήσω.
21 καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου τίς ἐγέννησέν μοι τούτους ἐγὼ δὲ ἄτεκνος καὶ χήρα τούτους δὲ τίς ἐξέθρεψέν μοι ἐγὼ δὲ κατελείφθην μόνη οὗτοι δέ μοι ποῦ ἦσαν
Τότε θέλεις ειπεί εν τη καρδία σου, Τις εγέννησεν εις εμέ ταύτα, ενώ εγώ ήμην ητεκνωμένη και έρημος, αιχμάλωτος και μεταφερομένη; ταύτα δε τις εξέθρεψεν; ιδού, εγώ είχον εγκαταλειφθή μόνη· ταύτα που ήσαν;
22 οὕτως λέγει κύριος ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσιν
Ούτω λέγει Κύριος ο Θεός· Ιδού, θέλω υψώσει την χείρα μου προς τα έθνη και στήσει την σημαίαν μου προς τους λαούς, και θέλουσι φέρει τους υιούς σου εν ταις αγκάλαις και αι θυγατέρες σου θέλουσι φερθή επ' ώμων·
23 καὶ ἔσονται βασιλεῖς τιθηνοί σου αἱ δὲ ἄρχουσαι τροφοί σου ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν καὶ γνώσῃ ὅτι ἐγὼ κύριος καὶ οὐκ αἰσχυνθήσῃ
και βασιλείς θέλουσιν είσθαι οι παιδοτρόφοι σου και αι βασίλισσαι αυτών αι τροφοί σου· θέλουσι σε προσκυνήσει με το πρόσωπον προς την γην και γλείφει το χώμα των ποδών σου· και θέλεις γνωρίσει, ότι εγώ είμαι ο Κύριος και ότι οι προσμένοντές με δεν θέλουσιν αισχυνθή.
24 μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως σωθήσεται
Δύναται το λάφυρον να αφαιρεθή από του ισχυρού ή να ελευθερωθώσιν οι δικαίως αιχμαλωτισθέντες;
25 οὕτως λέγει κύριος ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα λήμψεται σκῦλα λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι
Αλλ' ο Κύριος ούτω λέγει· Και οι αιχμάλωτοι του ισχυρού θέλουσιν αφαιρεθή και το λάφυρον του τρομερού θέλει αποσπασθή· διότι εγώ θέλω δικολογήσει προς τους δικολογούντας κατά σου και εγώ θέλω σώσει τα τέκνα σου.
26 καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ
Τους δε καταθλίβοντάς σε θέλω κάμει να φάγωσι τας ιδίας αυτών σάρκας· και θέλουσι μεθυσθή με το ίδιον αυτών αίμα, ως με νέον οίνον· και θέλει γνωρίσει πάσα σαρξ, ότι εγώ ο Κύριος είμαι ο Σωτήρ σου και ο Λυτρωτής σου, ο Ισχυρός του Ιακώβ.

< Ἠσαΐας 49 >